καὶ γὰρ οὐδʼ ἐνταῦθα μείνας , ἐν ʽΡόδῳ, φανείην ἄν, ἀλλὰ τῆς περαίας ἑλόμενός τι φρούριον μικρόν, ʼʼΑμὸν· κἀνταῦθα πριάμενος χωρία τοσούτων ταλάντων, ὅσων εἰκὸς ἥν τὸν Φιλίππου μὲν πρότερον, εἶτʼ Ἀλεξάνδρου μισθωτὸν ὕστερον γενόμενον, καὶ Φωκεῖς προδόντα καὶ τὴν τῶν Ἐλλήνων ἐλευθερίαν Μακεδόσι, κάθημαι μεθʼ ἑπτὰ θεραπόντων ἐνταῦθα καὶ δυοῖν μόνων γνωρίμων καὶ τῆς μητρός,