αὐτοὶ γὰρ εἰδήσομεν ἄ χρὴ πράττειν, δυνάμενοι τὰ δόξαντα πράττειν. μηδὲ ῥαψῳδείτωσαν μάτην ἐπαινοῦντες ἡμῶν τοὺς προγόνους τε καὶ τὴν χώραν, ὅτι ἐγένοντο ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς ήγωνίζοντο οἷ θεοί· ἐπεὶ πύθεσθε αὐτῶν, τί ἔν τη περὶ Χαιρώνειαν μάχῃ τὴν πόλιν ὥνησε τὴν Ἀθηναίων, ὅτι Ἄρης πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου ἐν Ἀρείῳ πάγῳ ἐκρίθη.