ὑμεῖς δὲ μετὰ τοῦ δοκεῖν ἀργοὶ γεγονέναι δύνασθαι τῶν Ἐλλήνων ἄρχειν νομίζεσθαι θέλετε μᾶλλον, ἢ μετὰ τοῦ μένειν ὑμῶν τὰς προθυμίας ἐνδεῖσθαι τῆς δυνάμεως. πυνθάνομαι γὰρ τελευτήσαντος Ἀλεξάνδρου προτρέπειν τινὰς ὑμᾶς καινοτέρων ἄπτεσθαι πραγμάτων· ἐγὼ δʼ ἐβουλόμην ἂν ταὐτὰ συμβουλεύειν ὑμῖν μετὰ τοῦ ταῦτα συμφέρειν. οὐ γὰρ ἠγνόουν μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, ὅτι λαμπρόν ἐστιν τὸ τοῖς μὲν βαρβάροις πολεμεῖν, τοὺς δὲ `´Ελληνας ἐλευθεροῦν, καὶ ταῦτά γε καὶ τοὺς πατέρας ἡμῶν προελομένους· ἀλλʼ εἰς μὲν τὸ βούλεσθαι τὰ κράτιστα τὴν γνώμην οὗσαν ἱκανήν, εἰς δὲ τὸ δύνασθαι καὶ τύχης ἀγαθῆς ὑμᾶς δεομένους. προσήκειν οὖν μεμνῆσθαι καὶ ὑμᾶς ὑπελάμβανον, ὅτι Ἀθηναίοις μὲν ἐπιστέλλομεν, Ἀθηναίοις δὲ οὐκ ἐν οἷς Θεμιστοκλῆς ἐπολιτεύσατο, ἀλλʼ οἵ τὰς μὲν γνώμας καὶ τὰς νήσας ἐκείνων εἰσί, τὰς μέντοι πρὸς τοὺς πολέμους ἀφορμὰς οὐχ ὁμοίας ἔχουσιν. ἐπεὶ δότωσαν μὲν ἡμῖν τριακοσίας τριήρεις οἷ τὰ τῆς `Ελλαδος ἄξια γράφοντες ἡμῖν, δότωσαν  δὲτρισμύρια τάλαντα ἀργυρίου καὶ χρυσίου ἀπέφθου δισχίλια, δότωσαν δὲ ἀνδρῶν ἐν ἥβῃ τοσοῦτο πλῆθος, ἤδη γεγυμνασμένων ἐν ὅπλοις· καὶ μηκέτι συμβουλευέτωσαν· αὐτοὶ γὰρ εἰδήσομεν ἄ χρὴ πράττειν, δυνάμενοι τὰ δόξαντα πράττειν. μηδὲ ῥαψῳδείτωσαν μάτην ἐπαινοῦντες ἡμῶν τοὺς προγόνους τε καὶ τὴν χώραν, ὅτι ἐγένοντο ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς ήγωνίζοντο οἷ θεοί· ἐπεὶ πύθεσθε αὐτῶν, τί ἔν τη περὶ Χαιρώνειαν μάχῃ τὴν πόλιν ὥνησε τὴν Ἀθηναίων, ὅτι Ἄρης πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου ἐν Ἀρείῳ πάγῳ ἐκρίθη. ἀλλʼ εἰ πρὸς Ἀντίπατρον, ἢ ὅστις ἄλλος Μακεδόνων βασιλεύς, ἴκανοί ἐσμεν ἀγωνίσασθαι, τοῦτο χρὴ σκοβούλεσθαι πεῖν· κἂν ἱκανοὶ ὧμεν, ἀγαθῇ τύχῃ ἀναλαβόντες τὰ ὅπλα εὐθέως ἐλευθερῶμεν τοὺς Ἕλληνας. εἰ δὲ τούτου μὲν ὀλιγωρήσομεν, κολακευόμενοι δὲ ἡσθησόμεθα, πῶς οὐ μετὰ τοῦ δοκεῖν ἑαυτοῖς αἴτιοι γεγονέναι τῶν συμφορῶν, ὅ μόνον οὐδὲ παραμυθίαν ἔχει τοῖς κακῶς πράττουσιν, ἀτυχήσομεν;