εὗ γὰρ εἰδέναι χρή, ὅτι τῶν πολιτευομένων οἷ μᾶλλον ἐπιπλήττειν ἢ χαρίζεσθαι θέλοντες ὑμῖν δοκεῖν, οὗτοι καὶ μάλιστα πρὸς ἡδονὴν λέγουσι, τὴν ὑπὸ προσχήματι τῆς παρρησίας ὁδὸν τοῦ κολακεύειν ἑλόμενοι (καὶ γὰρ αὕτη τίς ἐστιν τοῦ χαρίζεσθαι πολίταις καὶ ἡγεμόσι πολὺ κακουργοτέρα προαίρεσις)· ἢν βαδίζοντές τινες Ἀθήνησι καὶ περιόντος ἐμοῦ παρʼ ὑμῖν (οὕτω γάρ με χρὴ λέγειν), καὶ νῦν, ὅσον ἐφʼ ὑμῖν, τεθνεῶτος, αἰτιῶνται μὲν ὑμῶν τὴν ὀλιγωρίαν ὡς οὐκ ἐθελόντων ἄρχειν τῆς Ἑλλάδος, προτρέπονται δὲ ἐπὶ τὴν ἡγεμονίαν ὡς δυναμένους.