ἔστιν δὲ καὶ πόλεως καὶ ἀνδρὸς εὗ φρονοῦντος ἔργον, ἀεὶ πρὸς τὰς παρούσας ἀφορμὰς ὑπὲρ τῶν παρόντων βουλεύσασθαι· τὸ δὲ τὴν μὲν τόλμαν εἰς τὰ πράγματα, οἷς ἐπιχειρεῖ τις, ἐκ τῆς πρόσθεν ἰσχύος ἔχειν, τὴν δὲ ἰσχὺν πάλαι ποτʼ ἐσχηκέναι μεγάλην, ὅμοιά γε φαίνεται, ὥσπερ ἂν εἴ τις λυμπίασι νικήσας πολλάκις ὕστερον γέρων ὢν ἀπογρά(ψοιτο ἔτι καὶ προκαλοῖτο τοὺς ἀντιπάλους, ἀναμιμνῇσκόμενος ἧς ἔσχηκεν, οὐχὶ τῆς παρούσης, δυνάμεως. ἄξιον δὲ καὶ ἄ λέγειν αὐτοὺς πυνθάνομαι λογίσασθαι μεθʼ ὑμῶν, ὡς καινὰ καὶ θαυμαστὸν ὅσον εἰς ἂ βούλονται πρᾶξαι συλλαβεῖν δυνάμενα, φάσκ οντας δ εῖν ὑμᾶς ὁμονοεῖν, ὥσπερ ὑμᾶς οὐκ ἐπισταμένους, ὅτι τοῦτο μὲν πάσῃ πόλει, καὶ πολεμεῖν καὶ εἰρήνην ἄγειν βουλουμένῃ, κράτιστόν ἐστιν. δεῖ δὲ οὐ τοῦτο σκοπεῖν, εἰ ὁμονοητέον ὑμῖν πολεμοῦσιν ὑπὲρ τῶν Ἑλλήνων· ὁμονοητέον γὰρ καὶ πολεμοῦσι καὶ μὴ παντὸς εἵνεκα· ἀλλʼ εἰ βουλομένοις πολεμεῖν καὶ ὁμοκἂν νοεῖν, ὡς ἴσμεν ἄπαντες, αὐτάρκης ἐστὶν ἡ δύναμις. ἕως δʼ ἂν μήτε στρατιάς, ἄς πολεμοῦντες ἕξομεν, μήτε χρημάτων πόρους δεικνύωσιν, ἀλλὰ τὴν Ἀθηνᾶν ἔγγυον διδῶσι τοῦ πολέμου, μηδὲν Δημοσθένους διαφέρειν αὐτοὺς αὐτίκα νομίζετε. ἀλλʼ ἐκεῖνον μέν, ὥσπερ ἥν ἄξιος παραπλὴξ τὴν διάνοιαν ὥν, κατελύσατε εἰκότως· τούτοις δὲ ἀποχρησάτω μηδὲν παθεῖν κακὸν παραδόξους λόγους μελετῶσι, καὶ μηδὲ λείψανον ἐῶσιν ἡμῖν τι τῶν πραγμάτων, ἀλλὰ καὶ τούτων φθονοῦσι, πράττειν δʼ ἀεὶ βουλομένοις, ἕως ἂν τὸ Θηβαίων πολιτεύσωνται πολίτευμα, μηλόβοτον ἡμῶν γενέσθαι τὴν χώραν καὶ κατασκαφῆναι τὴν πόλιν ἀναγκάσαντες. οὐ γάρ, εἰ κακῶς ἔχει τὰ πράγματα, διὰ τοῦτο οὐδέν, ὅπως μὴ χεῖρον ἔξει, φροντιστέον. AΙΣΧΙΝΗΣ ΑΘΗΝΑΙΩΝ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ. Κγὼ προσῆλθον τῷ πολιτεύεσθαι γεγονὼς ἔτη τρία καὶ τριάκοντα, μὰ Δίʼ οὐ τριταγωνιστεῖν μαθών, ὡς Δημοσθένης ἔλεγεν, ἀλλὰ καὶ τραφεὶς ἐλευθερίως, καὶ παιδείας φροντίσας τὰ μέτρια, καὶ λόγων οἵους λέγειν ἐν Ἀθήναις ἔπρεπε.