λουομένης δὲ καὶ τὸ εἰωθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης, λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν , ἐκθορὼν ἐκ τῶν θάμνων ὁ Σκάμανδρος Κίμων ἡδέως ἔφη δέχομαι καὶ λαμιβάνω Καλλιρρόην Σκάμανδρος ὥν, καὶ πόλλʼ ἀγαθὰ ποιήσω σοι . ταῦτα ἄμα λέγων καὶ ἁρπάσας τὴν παῖδα αφανὴς γίγνεται. οὐ μὴν καὶ τὸ πρᾶγμα ἀφανὲς γίγνεται, ἀλλὰ τέτταρσιν ὕστερον ἡμέραις πομπὴ μὲν ἦν Ἀφροδίτης, ἐπόμπευον δὲ αἱ νεωστὶ γεγαμημέναι, καὶ ἡμεῖς τὴν πομπὴν ἐθεώμεθα. ἡ δὲ νύμφη ἴδοῦσα τὸν Κίμωνα ὡς μηδὲν αὐτῷ κακὸν συνειδότα ἄμα ἐμοὶ θεώμενον, προσεκύνησε, καὶ ἀποβλέψασα εἰς τὴν τροφόν, ὁρᾷς εἶπε, τίτθη, τὸν Σκάμανδρον, ῴ τὴν παρθενίαν ἔδωκα; καὶ ἡ τίτθη ἀκούσασα ἀνέκραγε, καὶ τὸ πρᾶγμα ἔκπυστον γίγνεται. ὡς δὲ οἴκαδε εἶσέρχομαι, καταλαμβάνω τὸν Κίμωνα, καὶ οἷα ἥν εἶκὸς ἐργάζομαι, καλῶν ἀνόσιον καὶ διʼ αὐτὸν ἀπολωλέναι λέγων ἡμᾶς. ὁ δὲ οὐδὲν διʼ αὐτὸ ἔδεισεν, οὐδὲ ᾐσχύνθη τοῖς πεπραγμένοις, ἀλλὰ μύθους ἐπεβάλλετο λέγειν μακρούς, τοὺς ἁπανταχόθι τροχῶν ἄξια εἰργασμένους καταριθμούμενος. καὶ γὰρ ἐν Μαγνησίᾳ ταὐτὸ τοῦτο περὶ Μαίανδρον τὸν ποταμὸν ἔφη γεγονέναι ὑπό τινος τῶν ἐκεῖ νέων, ἀφʼ οὗ καὶ ἔτι σήμερον Ἄτταλον τὸν ἀθλητὴν ὁ πατήρ, ἔφη, αὐτοῦ οὐχ ἑαυτοῦ υἱόν, ἀλλὰ τοῦ Μαιάνδρου εἶναι πείθεται, καὶ διὰ τοῦτο αὐτὸν οὕτω πάνυ νομίζει σαρκῶν τε καὶ ῥώμης εὗ ἔχειν· ἐπειδὰν δὲ πολλὰς λαβὼν πληγὰς καὶ ἀπειπάμενος ἐξίῃ, τὸν ποταμὸν αὐτῷ νεμεσῆσαῖ λέγει, ὅτι νικήσας οὐ πατέρα ἀνηγόρευεν αὐτόν. οὐκ ἄρʼ ἀπορεῖ γε ἡττώμενος προφάσεως. καὶ περὶ Ἐπίδαμνον δʼ ὁμοίως πάλιν κατιὼν δὲ ἔφη μουσικὸν ὑπʼ εὐηθείας πεπεῖσθαι, ὅτι ρακλέους εἴη τὸ ἐκ μοιχοῦ γεγονὸς αὐτῷ παιδίον. ἐγὼ δὲ οὐκ ἐπαιδοποιησάμην, ἔφη, ἅπαξ δὲ διελέχθην παιδὶ ὑπερώρῳ τε ἤδη, καὶ λουομένην αὐτὴν μετὰ μιᾶς γραὸς ἰδών. καὶ ἄλλως δʼ ἐδόκει μοι, ἔφη, ὡς μὴ παντάπασι τὰ ἐν Ἰλίῳ τραγικά τε καὶ φοβερὰ ᾖ, παίζειν δεῖν τι καὶ ἡμᾶς καὶ οἷον ἐν κωμῳδίαις περὶ τὸν Σκάμανδρον ἐργάσασθαι.