κἀγὼ μὲν ἄλλο οὐδὲν ἢ ποῖ λήξει ἡ τοσαύτη ἀναισχυντία προσμένων, λίθινος ὑπʼ ἀπιστίας ἐγεγόνειν· ὁ δὲ ἐῴκει καὶ τρίτην Ἀπόλλωνός μοι δοκῶ καὶ Διονύσου μοιχείαν ἐπάξειν, ἕως ἰδὼν ἐγὼ ὄχλον προσιόντα τῇ θύρᾳ, τοῦτʼ ἐκεῖνο ἔφην, καταπρήσοντες ἡμᾶς πάρεισι , καὶ διʼ ὀπισθοδόμου τινὸς εὐθέως πρὸς Μελανιππίδην φεύγων ᾠχόμην, ἐκεῖθεν δὲ ἑσπέρας ἐπὶ θάλατταν, εἶτα εἰς τοὔμπροσθεν. εἶτα ἀξένῳ καὶ ὤστῃ ἀνέμῳ κατήχθημεν, ὄν μηδεὶς ἄν ἄλλως ἢ φεύγων τὸ Κιμώνειον ἄγος ὑπομείναι πλέων. τοιαῦτα μὲν παθὼν δεῖν σοι γράφειν, ὡς σχετλιάσοντι καὶ ἐμοῦ μᾶλλον, ᾤμην· σὺ δὲ ἄν ἱκανῶς οἶμαι γελάσειαῇ. ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΔΗΜΩΙ TΩΙ AΘΗΝΑΙΩΝ. Τὰ μὲν ἄλλα δεῖν ὑμῖν ἐπιστέλλειν, περὶ ὧν ἐβουλόμην, καὶ πρότερον ᾠόμην (οὐ γὰρ ἀφῃρῆσθαί γε |τοῦτο τῶν ἀτυχησάντων παρʼ ὑμῖν ὑπελάμβανον) συμβουλεύειν δὲ καὶ πολυπραγμονεῖν οὐ μικρᾶς ἔμοιγε ἀκρασίας ἐφαίνετο ἔργον εἶναι, δεδωκότι τηλικαύτην δίκην τοῦ πολιτεύεσθαι, πλὴν εἴ τι δέοι καλούντων ὑμῶν· ἄλλως δὲ μηδʼ ἰδίᾳ τισὶ τὤν ἐπιτηδείων, οὐχ ὅτι πόλει, συμβουλεύειν προσήκειν ᾠόμην. ὑμῖν δὲ ἑώρων ἄλλους καὶ λέγειν καὶ πράττειν δυναμένους τὰ κοινά· κατέλιπον γὰρ οὐκ ὀλίγους. ἐπεὶ δὲ οἰ μὲν τεθνᾶσι, πολλοὶ δὲ ἠτυχύκασιν ὥσπερ ἐγώ, περιέστηκε δὲ ἡ πόλις εἰς ἐρημίαν τῶν πολιτευομένων, ἀκούω δὲ τοὺς μὲν αὐτοῦ παρόντας, τοὺς δὲ καὶ διʼ ἐπιστολῶν κινεῖν τι τῶν τῆς πόλεως πραγμάτων, ἕτοιμος ἤδη τὰ δοκοῦντα τῇ πόλει συμφέρειν, ὡς μόνως ἔξεστίν μοι, διʼ ἐπιστολῶν λέγειν. εἰ δὲ καὶ νῦν τὰ Μακεδόνων φρονεῖν ἐροῦσί με, καὶ παραπρεσβείας πάλιν γράψονταί τινες ἀπόντα με δίκην ἢ προδοσίας τῆς Ἑλλάδος, ἕτοιμος ἤδη καὶ Ῥόδου καὶ γῆς ἀπάσης Ἑλληνίδος πρόσω φεύγειν, ἐὰν βούλωνται, καὶ πρὸς τὸς ἐν Πέρσαῖς ἄπειμι καὶ Μήδοις βασιλέα. καίτοι τὰ Περσῶν με καὶ Μήδων οὐδεὶς ἔφη ποτὲ φρονεῖν, καὶ πάντων ἤκιστα Δημοσθένης. ἀλλʼ οὐδʼ ἐκεῖ παύσομαι γράφων, ἂ τῇ πόλει δόξω συμφέρειν, οὐ χαριζόμενος ὑμῖν μετὰ τοῦ δοκεῖν ἐπιπλήττειν , ὥσπερ ἄλλοι τινές, ἀλλʼ ἐλευθέρως νουθετῶν. εὗ γὰρ εἰδέναι χρή, ὅτι τῶν πολιτευομένων οἷ μᾶλλον ἐπιπλήττειν ἢ χαρίζεσθαι θέλοντες ὑμῖν δοκεῖν, οὗτοι καὶ μάλιστα πρὸς ἡδονὴν λέγουσι, τὴν ὑπὸ προσχήματι τῆς παρρησίας ὁδὸν τοῦ κολακεύειν ἑλόμενοι (καὶ γὰρ αὕτη τίς ἐστιν τοῦ χαρίζεσθαι πολίταις καὶ ἡγεμόσι πολὺ κακουργοτέρα προαίρεσις)· ἢν βαδίζοντές τινες Ἀθήνησι καὶ περιόντος ἐμοῦ παρʼ ὑμῖν (οὕτω γάρ με χρὴ λέγειν), καὶ νῦν, ὅσον ἐφʼ ὑμῖν, τεθνεῶτος, αἰτιῶνται μὲν ὑμῶν τὴν ὀλιγωρίαν ὡς οὐκ ἐθελόντων ἄρχειν τῆς Ἑλλάδος, προτρέπονται δὲ ἐπὶ τὴν ἡγεμονίαν ὡς δυναμένους.