AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ XΑΙΡΕΙΝ. Λύσαντες ἐκ Μουνιχίας ἑσπέρας λαμπρῷ σφόδρα Σκίρωνι περὶ μέσην ἡμέραν κατήχθημεν εἰς Κορησὸν τὴν Κείων. καθίσαντες δὲ ἡμέρας ἐννέα (σκαιὸς γὰρ ἦν ὁ ἄνεμος),εἶτα ἑσπέρας πάλιν λύσαντες ἄμα τῇ ἕῳ εἰς Δῆλον ἤλθομεν. Δήλιοι δὲ ἐνόσουν λοιμώδη τινὰ νόσον· τὰ μὲν πρόσωπα ἐπίμπλαντο λεύκης καὶ τὰς τρίχας λευκοὶ ἐγίγνοντο, ὁ δὲ τράχηλος καὶ τὰ στέρνα ἀνῴδει, πυρετοὶ δʼ οὐκ ἐγίγνοντο οὐδὲ ἀλγηδόνες μεγάλαι, οὐδὲ τὰ κάτω μέρη παρήλλαττεν οὐδέν τι. ταῦτα δὲ ἐπείθοντο κατὰ μῆνιν Ἀπόλλωνος αὐτοῖς συμβεβηκέναι, ταφέντος ἐν τῇ νήσῳ τινὸς τῶν ἐπιodd.fam φανῶν, οὐ πρότερον εἶωθός· ἐκ τούτου προσβαλεῖν αὐτοῖς τὸν θεὸν τὴν νόσον ταύτην ὑπελάμβανον. ἡμεῖς δὲ ὥσπερ εἰς τι ἔθνος ἀλλόφυλον ἢ νῆσον ἐν τῇ ἔξω θαλάττῃ ἀφιγμένοι, καὶ ἰδόντες ἐξαίφνης χρῆμαποικίλον ἀνθρώπων, νυκτὸς ἔτι φεύγοντες ῴχόμεθα, πυνθανόμενοι ἀλλήλων κατὰ τὸν πόρον, εἰ τὸ χρῶμα ἔχοι ἕκαστος οἷον ἐκόμιζεν οἴκοθεν, καὶ τὰς τρίχας. ζάλη δὲ καὶ ἄνεμος ἐξώστης ἐμπεσὼν ἀπήνεγκεν ἡμᾶς ὑπὲρ Κρήτην, πλησίον αμαθοῦντος. ὡς δὲ ἐν συνόπτῳ ἡμεν ἤδη, ἀντιπνεῖ πνεῦμα Διβυκὸν. εἶτα πνεύσαντος ἡμῖν ἀπʼ ἄρκτων πάλιν, πέντε νύκτας ἐν θαλάττῃ γενόμενοι προσέχομεν Ἀερώνῃ, ἵνα μάθωμεν μὴ πολυπραγμονεῖν, εἴ τις ἐν τῇ ἑαυτοῦ πατρίδι κατὰ τοὺς νόμους ἢ μὴ στεφανοῦται. κἀκεῖθεν τέτταρσιν ἡμέραις ἀφικόμεθα εἰς ἐπίνειόν τι τῆς Ῥοδίας, ὅπου νοσῆσαί μοι συνέβη τὴν περὶ τὸ ἄσθμα νόσον. ὡς δὲ ἐπιμείναντος αὐτόθι οὐκ ἐνεδίδου ἡ νόσος, διέπλευσα εἰς Ρόδὸν, καὶ ἐδέξατο ἡμᾶς εὐμενῶς ὁ τόπος· εὐθὺς γὰρ ὡς ἀφικόμην, πολὑ ῥᾴων ἐγενόμην. καὶ ταυτὶ μὲν ἔχομέν σοι τέως ἐπιστέλλειν· τὰ δʼ ἄλλα ὡς ἂν ἕκαστα συμβαίνῃ, δηλώσομεν. εὐτύχει, καὶ μὴ πολιτεύου μηδὲ πρόσκρουε μήτε τοῖς πλέον σοῦ μήτε τοῖς ἔλαττον δυναμένοις.