ταῦτα διανοηθείς, ἀποστέλλει δεῦρο πρέσβεις Γλαυκέτην καὶ Ἐμπέδωνα καὶ Διόδωρον τὸν δολιχοδρομήσαντα, φέροντας τῷ μὲν δήμῳ κενὰς ἐλπίδας, Δημοσθένει δʼ ἀργύριον καὶ τοῖς περὶ τοῦτον. τρία δʼ ἦν ἃ ἅμα ἐξεωνεῖτο, πρῶτον μὲν μὴ διασφαλῆναι τῆς πρὸς ὑμᾶς συμμαχίας· οὐδὲν γὰρ ἦν τὸ μέσον, εἰ μνησθεὶς τῶν προτέρων ἀδικημάτων ὁ δῆμος μὴ προσδέξαιτο τὴν συμμαχίαν, ἀλλʼ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ἐκ Χαλκίδος, ἢ τεθνάναι ἐγκαταληφθέντι· τηλικαῦται δυνάμεις ἐπʼ αὐτὸν ἐπεστράτευον, ἥ τε Φιλίππου καὶ Θηβαίων. δεύτερον δʼ ἧκον οἱ μισθοὶ τῷ γράψοντι γράψοντι Scheibe: γράψαντι MSS. τὴν συμμαχίαν ὑπὲρ τοῦ μὴ συνεδρεύειν Ἀθήνησι Χαλκιδέας, τρίτον δὲ ὥστε μὴ τελεῖν συντάξεις. καὶ τούτων τῶν προαιρέσεων οὐδεμιᾶς ἀπέτυχε Καλλίας, ἀλλʼ ὁ μισοτύραννος Δημοσθένης, ὡς αὐτὸς προσποιεῖται, ὅν φησι Κτησιφῶν τὰ βέλτιστα λέγειν, ἀπέδοτο μὲν τοὺς καιροὺς τοὺς τῆς πόλεως, ἔθαψε δʼ ἐν τῇ συμμαχίᾳ βοηθεῖν ἡμᾶς Χαγκιδεῦσι, ῥῆμα μόνον ἀντικαταλλαξάμενος ἀντὶ τούτων, εὐφημίας ἕνεκα προσγράψας καὶ Χαλκιδέας βοηθεῖν, ἐάν τις ἴῃ ἐπʼ Ἀθηναίους· τὰς δὲ συνεδρίας καὶ τὰς συντάξεις, ἐξ ὧν ἰσχύσειν ὁ πόλεμος ἔμελλεν, ἄρδην ἀπέδοτο, καλλίστοις ὀνόμασιν αἰσχίστας πράξεις γράφων, καὶ τῷ λόγῳ προσβιβάζων ὑμᾶς, τὰς μὲν βοηθείας ὡς δεῖ τὴν πόλιν πρότερον ποιεῖσθαι τοῖς ἀεὶ δεομένοις τῶν Ἑλλήνων, τὰς δὲ συμμαχίας ὑστέρας μετὰ τὰς εὐεργεσίας. ἵνα δʼ εὖ εἰδῆτε ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν Καλλία γραφεῖσαν Καλλίᾳ γραφεῖσαν Blass: Καλλίου γραφὴν καὶ τὴν MSS. συμμαχίαν. ἀνάγνωθι τὸ ψήφισμα. Ψήφισμα οὔπω τοίνυν τοῦτʼ ἐστὶ δεινόν, εἰ καιροὶ τηλικοῦτοι πεπραμένοι τυγχάνουσιν καὶ συνεδρίαι καὶ συντάξεις, ἀλλὰ πολὺ τούτου δεινότερον φανήσεται ὃ μέλλω λέγειν. εἰς γὰρ τοῦτο προήχθη Καλλίας μὲν Καλλίας μὲν Hamaker: Καλλίας μὲν ὁ Χαλκιδεὺς MSS. ὕβρεως καὶ πλεονεξίας, Δημοσθένης δέ, ὃν ἐπαινεῖ Κτησιφῶν, δωροδοκίας, ὥστε τὰς ἐξ Ὠρεοῦ συντάξεις καὶ τὰς ἐξ Ἐρετρίας, τὰ δέκα τάλαντα, ζώντων φρονούντων βλεπόντων ἔλαθον ὑμῶν ὑφελόμενοι, καὶ τοὺς ἐκ τῶν πόλεων τούτων συνέδρους παρʼ ὑμῶν μὲν ἀνέστησαν, πάλιν δὲ εἰς Χαλκίδα καὶ τὸ καλούμενον Εὐβοϊκὸν συνέδριον συνήγαγον. ὃν δὲ τρόπον καὶ διʼ οἵων κακουργημάτων, ταῦτʼ ἤδη ἄξιόν ἐστιν ἀκοῦσαι. ἀφικνεῖται γὰρ πρὸς ὑμᾶς οὐκέτι διʼ ἀγγέλων, ἀλλʼ αὐτὸς ὁ Καλλίας, καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν λόγους διεξῆλθε κατεσκευασμένους ὑπὸ Δημοσθένους. εἶπε γὰρ ὡς ἥκοι ἐκ Πελοποννήσου νεωστὶ σύνταγμα συντάξας εἰς ἑκατὸν ταλάντων πρόσοδον ἐπὶ Φίλιππον, καὶ διελογίζετο ὅσον ἑκάστους ἔδει συντελεῖν, Ἀχαιοὺς μὲν πάντας καὶ Μεγαρέας ἑξήκοντα τάλαντα, τὰς δʼ ἐν Εὐβοία πόλεις ἁπάσας τετταράκοντα·