<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="86"><p rend="align(indent)">καὶ τηλικαῦθʼ ὑφʼ ὑμῶν εὖ πεπονθότες οἱ Χαλκιδεῖς οὐ τὰς ὁμοίας ὑμῖν ἀπέδοσαν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἀπέδοσαν </foreign> Cobet: <foreign xml:lang="grc"> ἀπέδοσαν χάριτας </foreign> MSS.</note> ἀλλʼ ἐπειδὴ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐπειδὴ </foreign> Sauppe: <foreign xml:lang="grc"> ἐπειδὴ τάχιστα </foreign> MSS.</note> διέβητε εἰς Εὔβοιαν Πλουτάρχῳ βοηθήσοντες, τοὺς μὲν πρώτους χρόνους ἀλλʼ οὖν προσεποιοῦνθʼ ὑμῖν εἶναι φίλοι, ἐπειδὴ δὲ τάχιστα εἰς Ταμύνας παρήλθομεν, καὶ τὸ Κοτύλαιον ὀνομαζόμενον ὄρος ὑπερεβάλομεν, ἐνταῦθα Καλλίας ὁ Χαλκιδεύς, ὃν Δημοσθένης μισθαρνῶν ἐνεκωμίαζεν,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="87"><p>ὁρῶν τὸ στρατόπεδον τὸ τῆς πόλεως εἰς δεινὰς δυσχωρίας κατακεκλῃμένον, ὅθεν μὴ νικήσασι μάχην οὐκ ἦν ἀναχώρησις, οὐδὲ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> οὐδὲ </foreign> Bekker: <foreign xml:lang="grc"> οὔτε </foreign> MSS.</note> βοηθείας ἐλπὶς οὔτʼ ἐκ γῆς οὔτʼ ἐκ θαλάττης, συναγείρας ἐξ ἁπάσης τῆς Εὐβοίας στρατόπεδον, καὶ παρὰ Φιλίππου δύναμιν προσμεταπεμψάμενος, ὅ τʼ ἀδελφὸς αὐτοῦ Ταυροσθένης, ὁ νυνὶ πάντας δεξιούμενος καὶ προσγελῶν, τοὺς Φωκικοὺς ξένους διαβιβάσας, ἦλθον ἐφʼ ἡμᾶς ὡς ἀναιρήσοντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="88"><p>καὶ εἰ μὴ πρῶτον μὲν θεῶν τις ἔσωσε τὸ στρατόπεδον, ἔπειθʼ οἱ στρατιῶται οἱ ὑμέτεροι καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς ἄνδρες ἐγένοντο ἀγαθοί, καὶ παρὰ τὸν ἱππόδρομον τὸν ἐν Ταμύναις ἐκ παρατάξεως μάχῃ κρατήσαντες ὑποσπόνδους ἀφεῖσαν τοὺς πολεμίους, ἐκινδύνευσεν ἂν ἡ πόλις αἴσχιστα παθεῖν· οὐ γὰρ τὸ δυστυχῆσαι κατὰ πόλεμον μέγιστόν ἐστι κακόν, ἀλλʼ ὅταν τις πρὸς ἀνταγωνιστὰς ἀναξίους<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀναξίους </foreign> Weidner: <foreign xml:lang="grc"> ἑαυτοῦ ἀναξίους </foreign> or <foreign xml:lang="grc"> ἀναξίους αὑτοῦ </foreign> MSS.</note> διακινδυνεύων ἀποτύχῃ, διπλασίαν εἰκὸς εἶναι τὴν συμφοράν.</p><p rend="align(indent)">ἀλλʼ ὅμως ὑμεῖς τοιαῦτα πεπονθότες πάλιν διελύσασθε πρὸς αὐτούς. τυχὼν δὲ συγγνώμης παρʼ ὑμῶν Καλλίας ὁ Χαλκιδεύς,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="89"><p>μικρὸν διαλιπὼν χρόνον πάλιν ἧκε φερόμενος εἰς τὴν ἑαυτοῦ φύσιν, Εὐβοϊκὸν μὲν τῷ λόγῳ συνέδριον εἰς Χαλκίδα συνάγων, ἰσχυρὰν δὲ τὴν Εὔβοιαν ἐφʼ ὑμᾶς ἔργῳ κατασκευάζων,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατασκευάζων </foreign> Blass: <foreign xml:lang="grc"> παρασκευάζων </foreign> MSS.</note> ἐξαίρετον δʼ αὑτῷ τυραννίδα περιποιούμενος. κἀνταῦθα ἐλπίζων συναγωνιστὴν Φίλιππον λήψεσθαι, ἀπῆλθεν εἰς Μακεδονίαν καὶ περιῄει μετὰ Φιλίππου, καὶ τῶν ἑταίρων εἷς ὠνομάζετο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="90"><p>ἀδικήσας δὲ Φίλιππον κἀκεῖθεν ἀποδράς, ὑπέβαλεν ἑαυτὸν φέρων Θηβαίοις. καταλιπὼν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καταλιπὼν </foreign> Franke: <foreign xml:lang="grc"> ἐγκαταλιπὼν </foreign> MSS.</note> δὲ κἀκείνους, καὶ πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου, παρʼ ὃν ὤκει, εἰς μέσον πίπτει τῆς τε Θηβαίων ἔχθρας καὶ τῆς Φιλίππου. ἀπορῶν δʼ ὅ τι χρήσαιτο αὑτῷ, καὶ παραγγελλομένης ἐπʼ αὐτὸν ἤδη στρατείας,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">στρατείας </foreign> Stephanus: <foreign xml:lang="grc"> στρατιᾶς </foreign> MSS.</note> μίαν ἐλπίδα λοιπὴν κατεῖδε σωτηρίας, ἔνορκον λαβεῖν τὸν Ἀθηναίων δῆμον, σύμμαχον ὀνομασθέντα, βοηθήσειν, εἴ τις ἐπʼ αὐτὸν ἴοι· ὃ πρόδηλον ἦν ἐσόμενον, εἰ μὴ ὑμεῖς κωλύσετε.</p></div></div></body></text></TEI>