συνέβη τε ἐν τοῖς αὐτοῖς χρόνοις διαφέρεσθαί τι Δημοσθένην καὶ Φιλοκράτην σχεδὸν ὑπὲρ τούτων ὑπὲρ ὧν καὶ ὑμεῖς ὑπωπτεύσατε· ὑπωπτεύσατε the editor: αὐτοὺς ὑπωπτεύσατε διενεχθῆναι MSS. τοιαύτης τοιαύτης Taylor: τοιαύτης δὲ MSS. cp. § 149 and Aeschin. 2.157 . ἐμπιπτούσης ταραχῆς, μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο, μετὰ δειλίας καὶ τῆς πρὸς Φιλοκράτην ὑπὲρ τῆς δωροδοκίας ζηλοτυπίας, καὶ ἡγήσατο, εἰ τῶν συμπρεσβευόντων καὶ τοῦ Φιλίππου κατήγορος ἀναφανείη, τὸν μὲν Φιλοκράτην προδήλως ἀπολεῖσθαι, τοὺς δὲ ἄλλους συμπρέσβεις κινδυνεύσειν, αὐτὸς δʼ εὐδοκιμήσειν, καὶ προδότης ὢν τῶν φίλων καὶ πονηρός, πιστὸς τῷ δήμῳ φανήσεσθαι. κατιδόντες δʼ αὐτὸν οἱ τῇ τῆς πόλεως προσπολεμοῦντες ἡσυχίᾳ, ἄσμενοι παρεκάλουν ἐπὶ τὸ βῆμα, τὸν μόνον ἀδωροδόκητον ὀνομάζοντες τῇ πόλει· ὁ δὲ παριὼν ἀρχὰς αὐτοῖς ἐνεδίδου πολέμου καὶ ταραχῆς. οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ πρῶτος ἐξευρὼν Σέρριον τεῖχος καὶ Δορίσκον καὶ Ἐργίσκην καὶ Μυρτίσκην καὶ Γάνος καὶ Γανιάδα, Γανιάδα Franke [Harpocration]: Γανίδα MSS. χωρία ὧν οὐδὲ τὰ ὀνόματα ᾔδεμεν πρότερον. καὶ εἰς τοῦτο φέρων περιέστησε τὰ πράγματα, ὥστʼ εἰ μὲν μὴ πέμποι πρέσβεις Φίλιππος, καταφρονεῖν αὐτὸν ἔφη τῆς πόλεως, εἰ δὲ πέμποι, κατασκόπους πέμπειν, ἀλλʼ οὐ πρέσβεις. εἰ δὲ ἐπιτρέπειν ἐθέλοι πόλει τινὶ ἴσῃ καὶ ὁμοίᾳ περὶ τῶν ἐγκλημάτων, οὐκ εἶναι κριτὴν ἴσον ἡμῖν ἔφη καὶ Φιλίππῳ. Ἁλόννησον ἐδίδου· ὁ δʼ ἀπηγόρευε μὴ λαμβάνειν, εἰ δίδωσιν, ἀλλὰ μὴ ἀποδίδωσι, περὶ συλλαβῶν διαφερόμενος. καὶ τὸ τελευταῖον στεφανώσας τοὺς μετὰ Ἀριστοδήμου εἰς Θετταλίαν καὶ Μαγνησίαν παρὰ τὰς τῆς εἰρήνης συνθήκας πρεσβεύσαντας, τὴν μὲν εἰρήνην διέλυσε, τὴν δὲ συμφορὰν καὶ τὸν πόλεμον κατεσκεύασεν. ναί, ἀλλὰ χαλκοῖς καὶ ἀδαμαντίνοις τείχεσιν, ὡς αὐτός φησι, τὴν χώραν ἡμῶν ἐτείχισε, τῇ τῶν Εὐβοέων καὶ Θηβαίων συμμαχίᾳ. ἀλλά, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ταῦτα καὶ μέγιστα ἠδίκησθε καὶ μάλιστα ἠγνοήκατε. σπεύδων δʼ εἰπεῖν περὶ τῆς θαυμαστῆς συμμαχίας τῆς τῶν Θηβαίων, ἵνʼ ἐφεξῆς λέγω, περὶ τῶν Εὐβοέων πρῶτον μνησθήσομαι. ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ μεγάλα ἠδικημένοι ὑπὸ Μνησάρχου τοῦ Χαλκιδέως, τοῦ Καλλίου καὶ Ταυροσθένους πατρός, οὓς οὗτος νυνὶ μισθὸν λαβὼν Ἀθηναίους εἶναι τολμᾷ γράφειν, καὶ πάλιν ὑπὸ Θεμίσωνος τοῦ Ἐρετριέως, ὃς ἡμῶν εἰρήνης οὔσης Ὠρωπὸν ἀφείλετο, τούτων ἑκόντες ἐπιλαθόμενοι, ἐπειδὴ διέβησαν εἰς Εὔβοιαν Θηβαῖοι καταδουλώσασθαι τὰς πόλεις πειρώμενοι, ἐν πέντε ἡμέραις ἐβοηθήσατε αὐτοῖς καὶ ναυσὶ καὶ πεζῇ δυνάμει, καὶ πρὶν τριάκονθʼ ἡμέρας διελθεῖν ὑποσπόνδους Θηβαίους ἀφήκατε, κύριοι τῆς Εὖβοίας γενόμενοι, καὶ τάς τε πόλεις αὐτὰς καὶ τὰς πολιτείας ἀπέδοτε ὀρθῶς καὶ δικαίως τοῖς παρακαταθεμένοις, οὐχ ἡγούμενοι δίκαιον εἶναι τὴν ὀργὴν ἀπομνημονεύειν ἐν τῷ πιστευθῆναι.