<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="71"><p rend="align(center)"><label>Δόγμα Συμμάχων</label></p><p rend="align(indent)">τούτῳ τῷ δόγματι συνειπεῖν ὁμολογῶ, καὶ πάντες οἱ ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγοροῦντες· καὶ ὁ δῆμος ἀπῆλθε τοιοῦτόν τι ὑπειληφώς,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοιοῦτόν τι ὑπειληφώς </foreign> Weidner [cp. i. 49]: <foreign xml:lang="grc"> τοιαύτην τινὰ δόξαν εἰληφώς [</foreign> or <foreign xml:lang="grc"> ὑπειληφώς] </foreign> MSS.</note> ὡς ἔσται μὲν ἡ εἰρήνη [περὶ δὲ συμμαχίας οὐκ ἄμεινον εἴη διὰ τὴν τῶν Ἑλλήνων παράκλησιν βουλεύσασθαι], ἔσται δὲ κοινῇ μετὰ τῶν Ἑλλήνων ἁπάντων. νὺξ ἐν μέσῳ, καὶ παρῆμεν τῇ ὑστεραίᾳ εἰς τὴν ἐκκλησίαν. ἐνταῦθα δὴ προκαταλαβὼν Δημοσθένης τὸ βῆμα, οὐδενὶ τῶν ἄλλων παραλιπὼν λόγον, οὐδὲν ὄφελος ἔφη τῶν χθὲς εἰρημένων εἶναι λόγων, εἰ ταῦθʼ οἱ Φιλίππου μὴ συμπεισθήσονται πρέσβεις, οὐδὲ γιγνώσκειν ἔφη τὴν εἰρήνην ἀπούσης συμμαχίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="72"><p>οὐ γὰρ ἔφη δεῖν, καὶ γὰρ τὸ ῥῆμα μέμνημαι ὡς εἶπε, διὰ τὴν ἀηδίαν τοῦ λέγοντος ἅμα καὶ τοῦ ὀνόματος, <q rend="double">ἀπορρῆξαι</q> τῆς εἰρήνης τὴν συμμαχίαν, οὐδὲ τὰ τῶν Ἑλλήνων ἀναμένειν μελλήματα, ἀλλʼ ἢ πολεμεῖν αὐτούς, ἢ τὴν εἰρήνην ἰδίᾳ ποιεῖσθαι. καὶ τελευτῶν ἐπὶ τὸ βῆμα παρακαλέσας Ἀντίπατρον ἐρώτημά τι ἠρώτα, προειπὼν μὲν ἃ ἐρήσεται, προδιδάξας δὲ ἃ χρὴ κατὰ τῆς πόλεως ἀποκρίνασθαι. καὶ τέλος ταῦτʼ ἐνίκα, τῷ μὲν λόγῳ προσβιασαμένου<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσβιασαμένου </foreign> Reiske: <foreign xml:lang="grc"> προβιασαμένου </foreign> MSS.</note> Δημοσθένους, τὸ δὲ ψήφισμα γράψαντος Φιλοκράτους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="73"><p>ὃ δὲ ἦν ὑπόλοιπον αὐτοῖς, Κερσοβλέπτην καὶ τὸν ἐπὶ Θρᾴκης τόπον ἔκδοτον ποιῆσαι, καὶ τοῦτʼ ἔπραξαν ἕκτῃ φθίνοντος τοῦ Ἐλαφηβολιῶνος, πρὶν ἐπὶ τὴν ὑστέραν ἀπαίρειν πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους Δημοσθένην· ὁ γὰρ μισαλέξανδρος καὶ μισοφίλιππος ἡμῖν οὑτοσὶ ῥήτωρ δὶς ἐπρέσβευσεν εἰς Μακεδονίαν, ἐξὸν μηδὲ ἅπαξ, ὁ νυνὶ κελεύων τῶν Μακεδόνων καταπτύειν. εἰς δὲ τὴν ἐκκλησίαν τὴν τῇ ἕκτῃ προκαθεζόμενος βουλευτὴς ὢν ἐκ παρασκευῆς, ἔκδοτον Κερσοβλέπτην μετὰ Φιλοκράτους ἐποίησε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="74"><p>λανθάνει γὰρ ὁ μὲν Φιλοκράτης ἐν ψηφίσματι μετὰ τῶν ἄλλων<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλλων </foreign> Blass: <foreign xml:lang="grc"> ἄλλων γραμμάτων </foreign> MSS.</note> παρεγγράψας, ὁ δʼ ἐπιψηφίσας, Δημοσθένης,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Δημοσθένης </foreign> Markland: the MSS. add <foreign xml:lang="grc"> ἐν ᾧ γέγραπται.</foreign> </note> <q rend="double">ἀποδοῦναι δὲ τοὺς ὅρκους τοῖς πρέσβεσι τοῖς παρὰ Φιλίππου ἐν τῇδε τῇ ἡμέρᾳ τοὺς συνέδρους τῶν συμμάχων.</q> παρὰ δὲ Κερσοβλέπτου σύνεδρος οὐκ ἐκάθητο· γράψας δὲ τοὺς συνεδρεύοντας ὀμνύναι, τὸν Κερσοβλέπτην οὐ συνεδρεύοντα ἐξέκλῃσε τῶν ὅρκων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="75"><p>ὅτι δʼ ἀληθῆ λέγω, ἀνάγνωθί μοι, τίς ἦν ὁ ταῦτα γράψας, καὶ τίς ὁ<note resp="Loeb" anchored="true" xml:lang="eng">After <foreign xml:lang="grc"> ὁ </foreign> the MSS. have <foreign xml:lang="grc"> ταῦτα·</foreign> Blass brackets.</note> ἐπιψηφίσας.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπιψηφίσας </foreign> Franke: <foreign xml:lang="grc"> ἐπιψηφίσας πρόεδρος </foreign> MSS.</note></p><p rend="align(center)"><label>Ψήφισμα</label></p><p rend="align(indent)">καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων γραμμάτων φυλακή· ἀκίνητον γάρ ἐστι, καὶ οὐ συμμεταπίπτει τοῖς αὐτομολοῦσιν ἐν τῇ πολιτείᾳ, ἀλλʼ ἀπέδωκε τῷ δήμῳ, ὁπόταν βούληται, συνιδεῖν τοὺς πάλαι μὲν πονηρούς, ἐκ μεταβολῆς δʼ ἀξιοῦντας εἶναι χρηστούς.</p></div></div></body></text></TEI>