<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="66"><p>καὶ ταῦθʼ ὁ μὲν ἐξωνούμενος οὐκ ἠδίκει, πρὸ γὰρ τῶν ὅρκων καὶ τῶν συνθηκῶν ἀνεμέσητον ἦν αὐτῷ πράττειν τὰ συμφέροντα, οἱ δʼ ἀποδόμενοι καὶ κατακοινωνήσαντες τὰ τῆς πόλεως ἰσχυρὰ μεγάλης ὀργῆς ἦσαν ἄξιοι. ὁ γὰρ μισαλέξανδρος νυνὶ φάσκων εἶναι, καὶ τότε μισοφίλιππος, Δημοσθένης, ὁ τὴν ξενίαν ἐμοὶ προφέρων τὴν Ἀλεξάνδρου, γράφει ψήφισμα, τοὺς καιροὺς τῆς πόλεως ὑφαιρούμενος,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="67"><p>ἐκκλησίαν ποιεῖν τοὺς πρυτάνεις τῇ ὀγδόῃ ἱσταμένου τοῦ Ἐλαφηβολιῶνος μηνός, ὅτʼ ἦν τῷ Ἀσκληπιῷ ἡ θυσία καὶ ὁ προαγών, ἐν τῇ ἱερᾷ ἡμέρᾳ, ὃ πρότερον οὐδεὶς μέμνηται γεγονός, τίνα πρόφασιν ποιησάμενος; <q rend="double">ἵνα,</q> φησίν, <q rend="double">ἐὰν παρῶσιν ἤδη οἱ Φιλίππου πρέσβεις, βουλεύσηται ὁ δῆμος ὡς τάχιστα περὶ τῶν πρὸς φίλιππον,</q> τοῖς οὔπω παροῦσι πρέσβεσι προκαταλαμβάνων τὴν ἐκκλησίαν, καὶ τοὺς χρόνους ὑμῶν ὑποτεμνόμενος καὶ τὸ πρᾶγμα κατασπεύδων, ἵνα μὴ μετὰ τῶν ἄλλων Ἑλλήνων, ἐπανελθόντων τῶν ὑμετέρων πρέσβεων, ἀλλὰ μόνοι ποιήσησθε τὴν εἰρήνην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="68"><p rend="align(indent)">μετὰ ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, ἧκον οἱ φιλίππου πρέσβεις· οἱ δὲ ὑμέτεροι<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑμέτεροι </foreign> Blass: <foreign xml:lang="grc"> ἡμέτεροι </foreign> MSS.</note> ἀπεδήμουν, παρακαλοῦντες τοὺς Ἕλληνας ἐπὶ Φίλιππον. ἐνταῦθʼ ἕτερον νικᾷ ψήφισμα Δημοσθένης, ἐν ᾧ γράφει μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας βουλεύσασθαι, μὴ περιμείναντας τοὺς πρέσβεις τοὺς ὑμετέρους, ἀλλʼ εὐθὺς μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει, τῇ ὀγδόῃ καὶ ἐνάτῃ ἐπὶ δέκα. ὅτι δʼ ἀληθῆ λέγω, τῶν ψηφισμάτων ἀκούσατε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="69"><p rend="align(center)"><label>Ψηφίσματα</label></p><p rend="align(indent)">ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, παρεληλύθει τὰ Διονύσια, ἐγίγνοντο δὲ αἱ ἐκκλησίαι, ἐν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν </foreign> Bake: <foreign xml:lang="grc"> ἐν δὲ </foreign> MSS.</note> τῇ προτέρᾳ τῶν ἐκκλησιῶν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐκκλησιῶν </foreign> Taylor: after <foreign xml:lang="grc"> ἐκκλησιῶν </foreign> or after <foreign xml:lang="grc"> δόγμα </foreign> the MSS. have <foreign xml:lang="grc"> τῇ ὀγδόῃ ἐπὶ δέκα.</foreign> </note> ἀνεγνώσθη δόγμα κοινὸν τῶν συμμάχων, οὗ τὰ κεφάλαια διὰ βραχέων ἐγὼ προερῶ. πρῶτον μὲν γὰρ ἔγραψαν ὑπὲρ εἰρήνης ὑμᾶς μόνον βουλεύσασθαι, τὸ δὲ τῆς συμμαχίας ὄνομα ὑπερέβησαν, οὐκ ἐπιλελησμένοι, ἀλλὰ καὶ τὴν εἰρήνην ἀναγκαιοτέραν ἢ καλλίω ὑπολαμβάνοντες εἶναι· ἔπειτα ἀπήντησαν ὀρθῶς ἰασόμενοι τὸ Δημοσθένους δωροδόκημα,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="70"><p>καὶ προσέγραψαν<note resp="Loeb" anchored="true" xml:lang="eng">After <foreign xml:lang="grc"> προσέγραψαν </foreign> the MSS. have <foreign xml:lang="grc"> ἐν τῷ δόγματι·</foreign> Blass brackets.</note> ἐξεῖναι τῷ βουλομένῳ τῶν Ἑλλήνων ἐν τρισὶ μησὶν εἰς τὴν αὐτὴν στήλην ἀναγράφεσθαι μετʼ Ἀθηναιων καὶ μετέχειν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, δύο τὰ μέγιστα προκαταλαμβάνοντες, πρῶτον μὲν τὸν χρόνον τὸν τῆς τριμήνου ταῖς τῶν Ἑλλήνων πρεσβείαις ἱκανὸν παραγενέσθαι κατασκευάζοντες, ἔπειτα τὴν τῶν Ἑλλήνων εὔνοιαν τῇ πόλει μετὰ κοινοῦ συνεδρίου κτώμενοι, ἵνʼ εἰ παραβαίνοιντο αἱ συνθῆκαι, μὴ μόνοι μηδʼ ἀπαράσκευοι πολεμήσαιμεν, ὃ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὃ </foreign> Cobet: <foreign xml:lang="grc"> ἃ </foreign> MSS.</note> νῦν ἡμῖν παθεῖν συνέβη διὰ Δημοσθένην. ὅτι δʼ ἀληθῆ λέγω, ἐξ αὐτοῦ τοῦ δόγματος ἀκούσαντες μαθήσεσθε.</p></div></div></body></text></TEI>