<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="56"><p rend="align(indent)">ἵνʼ οὖν μήθʼ οὗτος ἰσχυρίζηται ὑμεῖς τε προειδῆτε ἐγώ τε ἀποκρίνωμαι, ἐναντίον σοι τῶν δικαστῶν, Δημόσθενες, καὶ τῶν ἄλλων πολιτῶν, ὅσοι δὴ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὴ </foreign> Blass: the MSS. have <foreign xml:lang="grc"> δὲ </foreign> or <foreign xml:lang="grc"> τε, </foreign> or omit.</note> ἔξωθεν περιεστᾶσι, καὶ Ἑλλήνων, ὅσοις ἐπιμελὲς γέγονεν ἐπακούειν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπακούειν </foreign> Markland: <foreign xml:lang="grc"> ὑπακούειν </foreign> MSS.</note> τῆσδε τῆς κρίσεως· ὁρῶ δὲ οὐκ ὀλίγους παρόντας, ἀλλʼ ὅσους οὐδεὶς πώποτε μέμνηται πρὸς ἀγῶνα δημόσιον παραγενομένους· ἀποκρίνομαι, ὅτι ἁπάντων τῶν τεττάρων καιρῶν κατηγορῶ σου ὅσους<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅσους </foreign> Weidner: <foreign xml:lang="grc"> οὓς σὺ </foreign> MSS.</note> διαιρῇ,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="57"><p>κἂν ὅ τε θεοὶ θέλωσι καὶ οἱ δικασταὶ ἐξ ἴσου ἡμῶν ἀκούωσι κἀγὼ δύνωμαι ἀπομνημονεῦσαι ἅ σοι σύνοιδα, πάνυ προσδοκῶ ἐπιδείξειν τοῖς δικασταῖς τῆς μὲν σωτηρίας τῇ πόλει τοὺς θεοὺς αἰτίους γεγενημένους καὶ τοὺς φιλανθρώπως καὶ μετρίως τοῖς τῆς πόλεως πράγμασι χρησαμένους, τῶν δὲ ἀτυχημάτων ἁπάντων Δημοσθένην.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Δημοσθένην </foreign> Taylor: the MSS. have <foreign xml:lang="grc"> αἴτιον γεγενημένον</foreign> or <foreign xml:lang="grc"> γεγενημένον αἴτιον </foreign> after <foreign xml:lang="grc"> Δημοσθένην.</foreign> </note> καὶ χρήσομαι τῇ τοῦ λόγου τάξει ταύτῃ ᾗ τοῦτον πυνθάνομαι μέλλειν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μέλλειν </foreign> Weidner: <foreign xml:lang="grc"> μέλλειν ποιεῖσθαι </foreign> or <foreign xml:lang="grc"> ποιεῖθαι μέλλειν</foreign> MSS.</note> λέξω δὲ πρῶτον περὶ τοῦ πρώτου καιροῦ, καὶ δεύτερον περὶ τοῦ δευτέρου, καὶ τρίτου περὶ τοῦ ἐφεξῆς, καὶ τέταρτον περὶ τῶν νυνὶ καθεστηκότων πραγμάτων. καὶ δὴ ἐπανάγω ἐμαυτὸν ἐπὶ τὴν εἰρήνην ἣν σὺ καὶ Φιλοκράτης ἐγράψατε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="58"><p rend="align(indent)">ὑμῖν γὰρ ἐξεγένετʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν προτέραν ἐκείνην εἰρήνην ποιήσασθαι μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων, εἴ τινες ὑμᾶς εἴασαν περιμεῖναι τὰς πρεσβείας ἃς ἦτε ἐκπεπομφότες κατʼ ἐκεῖνον τὸν καιρὸν εἰς τὴν Ἑλλάδα, παρακαλοῦντες ἐπὶ Φίλιππον,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φίλιππον </foreign> Dobree: <foreign xml:lang="grc"> Φίλιππον μετασχεῖν Ἑλληνικοῦ συνεδρίου</foreign> MSS.</note> καὶ προϊόντος τοῦ χρόνου παρʼ ἑκόντων τῶν Ἑλλήνων ἀπολαβεῖν τὴν ἡγεμονίαν· καὶ τούτων ἀπεστερήθητε διὰ Δημοσθένην καὶ Φιλοκράτην καὶ τὰς τούτων δωροδοκίας, ἃς ἐδωροδόκησαν συστάντες ἐπὶ τὸ δημόσιον τὸ ὑμέτερον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="59"><p rend="align(indent)">εἰ δέ τισιν ὑμῶν ἐξαίφνης ἀκούσασιν ἀπιστότερος προσπέπτωκεν ὁ τοιοῦτος λόγος, ἐκείνως τὴν ὑπόλοιπον ποιήσασθε ἀκρόασιν. ὥσπερ ὅταν περὶ χρημάτων ἀνηλωμένων διὰ πολλοῦ χρόνου καθεζώμεθα ἐπὶ τοὺς λογισμούς, ἐρχόμεθα δή που ἐνίοτε ψευδεῖς οἴκοθεν δόξας ἔχοντες·<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔχοντες </foreign> Sauppe: <foreign xml:lang="grc"> ἔχοντες κατὰ τὸν λογισμὸν </foreign> or <foreign xml:lang="grc"> κατὰ τῶν λογισμῶν </foreign> MSS.</note> ἀλλʼ ὅμως ἐπειδὰν ὁ λογισμὸς συγκεφαλαιωθῇ, οὐδείς ἐστιν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐστιν </foreign> Blass: the MSS. have <foreign xml:lang="grc"> ὑμῶν </foreign> or <foreign xml:lang="grc"> ἡμῶν </foreign> before or after <foreign xml:lang="grc"> ἐστιν.</foreign> </note> οὕτω δύσκολος τὴν φύσιν, ὅστις οὐκ ἀπέρχεται τοῦτο ὁμολογήσας ἀληθὲς εἶναι, ὅ τι ἂν ὁ λογισμὸς αἱρῇ·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="60"><p>οὕτω καὶ νῦν τὴν ἀκρόασιν ποιήσασθε. εἴ τινες ὑμῶν ἐκ τῶν ἔμπροσθεν χρόνων ἥκουσιν οἴκοθεν τοιαύτην ἔχοντες τὴν δόξαν, ὡς ἄρα ὁ Δημοσθένης οὐδὲν πώποτε εἴρηκεν ὑπὲρ Φιλίππου συστὰς μετὰ Φιλοκράτους,—ὅστις οὕτω διάκειται, μήτʼ ἀπογνώτω μηδὲν μήτε καταγνώτω πρὶν ἂν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν </foreign> added by Reisig.</note> ἀκούσῃ· οὐ γὰρ δίκαιον. ἀλλʼ ἐάν, ἐμοῦ διὰ βραχέων<note resp="Loeb" anchored="true" xml:lang="eng">After <foreign xml:lang="grc"> βραχέων </foreign> the MSS. have <foreign xml:lang="grc"> ἀκούσητε </foreign> or <foreign xml:lang="grc"> ἀκούσαντε </foreign> or <foreign xml:lang="grc"> ἀκούσαντες· </foreign> Blass brackets.</note> ὑπομιμνῄσκοντος τοὺς καιροὺς καὶ τὰ ψηφίσματα παρεχομένου ἃ μετὰ Φιλοκράτους ἔγραψε Δημοσθένης, αὐτὸς<note resp="Loeb" anchored="true" xml:lang="eng">Before <foreign xml:lang="grc"> αὐτὸς </foreign> the MSS. have <foreign xml:lang="grc"> ἐὰν· </foreign> Blass brackets.</note> ὁ τῆς ἀληθείας λογισμὸς καταλάβῃ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καταλάβῃ </foreign> Franke: <foreign xml:lang="grc"> ἐγκαταλαμβάνῃ </foreign> MSS.</note> τὸν Δημοσθένην πλείω μὲν γεγραφότα ψηφίσματα Φιλοκράτους τῆς ἐξ ἀρχῆς εἰρήνης καὶ συμμαχίας,</p></div></div></body></text></TEI>