<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="46"><p rend="align(indent)">ὅτι δʼ ἀληθῆ λέγω, σημεῖον ὑμῖν μέγα τούτου ἐξ αὐτῶν τῶν νόμων ἐπιδείξω. αὐτὸν γὰρ τὸν χρυσοῦν στέφανον, ὃς ἂν ἐν τῷ θεάτρῳ τῷ ἐν ἄστει ἀναρρηθῇ, ἱερὸν εἶναι τῆς Ἀθηνᾶς ὁ νόμος κελεύει, ἀφελόμενος τὸν στεφανούμενον. καίτοι τίς ἂν ὑμῶν τολμήσειε τοσαύτην ἀνελευθερίαν καταγνῶναι τοῦ δήμου τοῦ Ἀθηναίων; μὴ γὰρ ὅτι πόλις, ἀλλʼ οὐδʼ ἂν ἰδιώτης οὐδὲ εἷς οὕτως ἀγεννὴς γένοιτο, ὥστε ὃν αὐτὸς ἔδωκε στέφανον ἅμα ἀνακηρύττειν καὶ ἀφαιρεῖσθαι.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφαιρεῖσθαι </foreign> Weidner: <foreign xml:lang="grc"> ἀφαιρεῖσθαι καὶ καθιεροῦν </foreign> MSS.</note> ἀλλʼ οἶμαι διὰ τὸ ξενικὸν εἶναι τὸν στέφανον καὶ ἡ καθιέρωσις γίγνεται, ἵνα μηδεὶς ἀλλοτρίαν εὔνοιαν περὶ πλείονος ποιούμενος τῆς πατρίδος χείρων γένηται τὴν ψυχήν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="47"><p>ἀλλʼ οὐκ ἐκεῖνον τὸν ἐν τῇ ἐκκλησίᾳ ἀναρρηθέντα στέφανον οὐδεὶς καθιεροῖ, ἀλλʼ ἔξεστι κεκτῆσθαι, ἵνα μὴ μόνον αὐτός, ἀλλὰ καὶ οἱ ἐξ ἐκείνου, ἔχοντες ἐν τῇ οἰκία τὸ ὑπόμνημα, μηδέποτε κακοὶ τὴν ψυχὴν εἰς τὸν δῆμον γίγνωνται. καὶ διὰ τοῦτο προσέθηκεν ὁ νομοθέτης μὴ κηρύττεσθαι τὸν ἀλλότριον στέφανον ἐν τῷ θεάτρῳ, <q rend="double">ἐὰν μὴ ψηφίσηται ὁ δῆμος,</q> ἵνʼ ἡ πόλις ἡ βουλομένη τινὰ τῶν ὑμετέρων στεφανοῦν πρέσβεις πέμψασα δεηθῇ τοῦ δήμου, καὶ ὁ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ ὁ </foreign> Halm: <foreign xml:lang="grc"> ἵνα </foreign> MSS.</note> κηρυττόμενος μείζω χάριν εἰδῇ τῶν στεφανούντων ὑμῖν,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑμῖν </foreign> H. Wolf: <foreign xml:lang="grc"> ὑμῖν ἢ τοῖς στεφανοῦσιν </foreign> MSS.</note> ὅτι κηρύξαι ἐπετρέψατε. ὅτι δʼ ἀληθῆ λέγω, τῶν νόμων αὐτῶν ἀκούσατε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="48"><p rend="align(center)"><label>Νόμοι</label></p><p rend="align(indent)">ἐπειδὰν τοίνυν ἐξαπατῶντες ὑμᾶς λέγωσιν ὡς προσγέγραπται ἐν τῷ νόμῳ ἐξεῖναι στεφανοῦν, <q rend="double">ἐὰν ψηφίσηται ὁ δῆμος,</q> ἀπομνημονεύετε αὐτοῖς ὑποβάλλειν· ναί, εἴ γε σέ τις ἄλλη πόλις στεφανοῖ· εἰ δὲ ὁ δῆμος ὁ Ἀθηναίων, ἀποδέδεικταί σοι τόπος ὅπου δεῖ τοῦτο γίγνεσθαι, ἀπείρηταί σοι ἔξω τῆς ἐκκλησίας μὴ κηρύττεσθαι. τὸ γὰρ <q rend="double">ἄλλοθι δὲ μηδαμοῦ</q> ὅ τι ἐστίν, ὅλην τὴν ἡμέραν λέγε· οὐ γὰρ ἀποδείξεις ὡς ἔννομα γέγραφεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="49"><p rend="align(indent)">ἔστι δὲ ὑπόλοιπόν μοι μέρος τῆς κατηγορίας ἐφʼ ᾧ μάλιστα σπουδάζω· τοῦτο δέ ἐστιν ἡ πρόφασις διʼ ἣν αὐτὸν ἀξιοῖ στεφανοῦσθαι. λέγει γὰρ οὕτως ἐν τῷ ψηφίσματι· <q rend="double">καὶ τὸν κήρυκα ἀναγορεύειν ἐν τῷ θεάτρῳ πρὸς τοὺς Ἕλληνας, ὅτι στεφανοῖ αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ Ἀθηναίων </foreign> Weidner: <foreign xml:lang="grc"> ὁ τῶν Ἀθηναίων </foreign> MSS.</note> ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας,</q> καὶ τὸ μέγιστον· <q rend="double">ὅτι διατελεῖ καὶ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="50"><p>ἁπλοῦς δὴ παντάπασιν ὁ μετὰ ταῦτα ἡμῖν λόγος γίγνεται, καὶ ὑμῖν ἀκούσασι κρῖναι εὐμαθής· δεῖ γὰρ δή που τὸν μὲν κατηγοροῦντα ἐμὲ τοῦθʼ ὑμῖν ἐπιδεικνύναι, ὡς εἰσὶν οἱ κατὰ Δημοσθένους ἔπαινοι ψευδεῖς, καὶ ὡς οὔτʼ ἤρξατο <q rend="double">λέγειν τὰ βέλτιστα,</q> οὔτε νῦν <q rend="double">διατελεῖ πράττων τὰ συμφέροντα τῷ δήμῳ.</q> κἂν τοῦτʼ ἐπιδείξω, δικαίως δή που τὴν γραφὴν ἁλώσεται Κτησιφῶν· ἅπαντες γὰρ ἀπαγορεύουσιν οἱ νόμοι μηδένα ψευδῆ γράμματα ἐγγράφειν ἐν τοῖς δημοσίοις ψηφίσμασι. τῷ δʼ ἀπολογουμένῳ τοὐναντίον τούτου δεικτέον ἐστίν. ὑμεῖς δʼ ἡμῖν ἔσεσθε τῶν λόγων κριταί.</p></div></div></body></text></TEI>