<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="41"><p rend="align(indent)">ὅθεν δὲ τὸ Ψεῦδος τοῦτο ἐπιφέρουσιν, ἐγὼ διδάξω ὑμᾶς, προειπὼν ὧν ἕνεκα οἱ νόμοι ἐτέθησαν οἱ περὶ τῶν ἐν τῷ θεάτρῳ κηρυγμάτων. γιγνομένων γὰρ τῶν ἐν ἄστει τραγῳδῶν ἀνεκήρυττόν τινες, οὐ πείσαντες τὸν δῆμον, οἱ μὲν ὅτι στεφανοῦνται ὑπὸ τῶν φυλετῶν, ἕτεροι δʼ ὅτι<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅτι </foreign> added by Cobet.</note> ὑπὸ τῶν δημοτῶν· ἄλλοι δέ τινες ὑποκηρυξάμενοι τοὺς αὑτῶν οἰκέτας ἀφίεσαν ἐλευθέρους,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐλευθέρους </foreign> Cobet: <foreign xml:lang="grc"> ἀπελευθέρους </foreign> MSS.</note> μάρτυρας<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μάρτυρας </foreign> Cobet: the MSS. have <foreign xml:lang="grc"> τῆς ἀπελευθερίας </foreign> after <foreign xml:lang="grc"> μάρτυρας </foreign> or after <foreign xml:lang="grc"> Ἕλληνας.</foreign> </note> τοὺς Ἕλληνας ποιούμενοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="42"><p>ὃ δʼ ἦν ἐπιφθονώτατον, προξενίας εὑρημένοι τινὲς ἐν ταῖς ἔξω πόλεσι, διεπράττοντο ἀναγορεύεσθαι ὅτι στεφανοῖ αὐτοὺς ὁ δῆμος, εἰ οὕτω τύχοι, ὁ τῶν Ῥοδίων ἢ Χίων ἢ καί τινος ἄλλης πόλεως, ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας. καὶ ταῦτʼ ἔπραττον, οὐχ ὥσπερ οἱ ὑπὸ τῆς βουλῆς τῆς ὑμετέρας στεφανούμενοι ἢ ὑπὸ τοῦ δήμου, πείσαντες ὑμᾶς καὶ μετὰ Ψηφίσματος, πολλὴν χάριν καταθέμενοι, ἀλλʼ αὐτοὶ προελόμενοι, ἄνευ δόγματος ὑμετέρου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="43"><p>ἐκ δὲ τούτου τοῦ τρόπου συνέβαινε τοὺς μὲν θεατὰς καὶ τοὺς χορηγοὺς καὶ τοὺς ἀγωνιστὰς ἐνοχλεῖσθαι, τοὺς δὲ ἀνακηρυττομένους ἐν τῷ θεάτρῳ μείζοσι τιμαῖς τιμᾶσθαι τῶν ὑπὸ τοῦ δήμου στεφανουμένων. τοῖς μὲν γὰρ ἀπεδέδεικτο τόπος ἡ ἐκκλησία, ἐν ᾗ χρῆν στεφανοῦσθαι, καὶ ἀπείρητο ἄλλοθι μηδαμοῦ κηρύττεσθαι· οἱ δὲ ἀνηγορεύοντο ἐναντίον<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐναντίον </foreign> Cobet: <foreign xml:lang="grc"> ἐνώπιον </foreign> MSS.</note> ἁπάντων τῶν Ἑλλήνων· κἀκεῖνοι μὲν μετὰ ψηφίσματος, πείσαντες ὑμᾶς, οὗτοι δʼ ἄνευ ψηφίσματος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="44"><p rend="align(indent)">συνιδὼν δή τις ταῦτα νομοθέτης, τίθησι νόμον οὐδὲν ἐπικοινωνοῦντα τῷ περὶ τῶν ὑπὸ τοῦ δήμου στεφανουμένων νόμῳ, οὔτε λύσας ἐκεῖνον· οὐδὲ γὰρ ἡ ἐκκλησία ἠνωχλεῖτο, ἀλλὰ τὸ θέατρον· οὔτʼ ἐναντίον τοῖς πρότερον κειμένοις νόμοις τιθείς· οὐ γὰρ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἄνευ ψηφίσματος ὑμετέρου στεφανουμένων ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, καὶ περὶ τῶν τοὺς οἰκέτας ἀπελευθερούντων, καὶ περὶ τῶν ξενικῶν στεφάνων, καὶ διαρρήδην ἀπαγορεύει μήτʼ οἰκέτην ἀπελευθεροῦν ἐν τῷ θεάτρῳ, μήθʼ ὑπὸ τῶν φυλετῶν ἢ δημοτῶν ἀναγορεύεσθαι στεφανούμενον, <q rend="double">μήθʼ ὑπʼ ἄλλου,</q> φησί, <q rend="double">μηδενός, ἢ ἄτιμον εἶναι τὸν κήρυκα.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="45"><p rend="align(indent)">ὅταν οὖν ἀποδείξῃ τοῖς μὲν ὑπὸ τῆς βουλῆς στεφανουμένοις τὸ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ </foreign> Usener: <foreign xml:lang="grc"> εἰς τὸ </foreign> MSS.</note> βουλευτήριον ἀναρρηθῆναι, τοῖς δʼ ὑπὸ τοῦ δήμου<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δήμου  . . .  δημοτῶν </foreign> Cobet: after each of these words the MSS. have <foreign xml:lang="grc"> στεφανουμένοις.</foreign> </note> τὴν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὴν </foreign> Usener: <foreign xml:lang="grc"> εἰς τὴν </foreign> MSS.</note> ἐκκλησίαν, τοῖς δʼ ὑπὸ τῶν δημοτῶν καὶ φυλετῶν ἀπείπῃ μὴ κηρύττεσθαι τοῖς τραγῳδοῖς, ἵνα μηδεὶς ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται, προσαπείπῃ δʼ ἐν τῷ νόμῳ μηδʼ ὑπὸ ἄλλου μηδενὸς ἀνακηρύττεσθαι, ἀπούσης βουλῆς καὶ δήμου καὶ φυλετῶν καὶ δημοτῶν,—ὅταν δέ τις ταῦτα ἀφέλῃ, τί τὸ καταλειπόμενόν ἐστι πλὴν οἱ ξενικοὶ στέφανοι;</p></div></div></body></text></TEI>