καὶ παρέξονται νόμον οὐδὲν προσήκοντα τῇδε τῇ γραφῇ, καὶ λέξουσιν ὡς εἰσὶ τῇ πόλει δύο νόμοι κείμενοι περὶ τῶν κηρυγμάτων, εἷς μέν, ὃν νῦν ἐγὼ παρέχομαι, διαρρήδην ἀπαγορεύων τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττεσθαι ἔξω τῆς ἐκκλησίας, ἕτερον δʼ εἶναι νόμον φήσουσιν ἐναντίον τούτῳ, τὸν δεδωκότα ἐξουσίαν ποιεῖσθαι τὴν ἀνάρρησιν τοῦ στεφάνου τραγῳδοῖς ἐν τῷ θεάτρῳ, ἐὰν Ψηφίσηται ὁ δῆμος · κατὰ δὴ τοῦτον τὸν νόμον φήσουσι γεγραφέναι τὸν Κτησιφῶντα. ἐγὼ δὲ πρὸς τὰς τούτων τέχνας παρέξομαι συνηγόρους τοὺς νόμους τοὺς ὑμετέρους, ὅπερ διατελῶ σπουδάζων παρὰ πᾶσαν τὴν κατηγορίαν. εἰ γὰρ τοῦτό ἐστιν ἀληθές, καὶ τοιοῦτον ἔθος παραδέδυκεν ὑμῶν εἰς τὴν πολιτείαν, ὥστʼ ἀκύρους νόμους ἐν τοῖς κυρίοις ἀναγεγράφθαι, καὶ δύο περὶ μιᾶς πράξεως ὑπεναντίους ἀλλήλοις, τί ἂν ἔτι ταύτην εἴποι τις εἶναι πολιτείαν, νομοθέταις Dobree: νομοθέτας MSS. ἐν ᾗ ταὐτὰ προστάττουσιν οἱ νόμοι ποιεῖν καὶ μὴ ποιεῖν; ἀλλʼ οὐκ ἔχει ταῦθʼ οὕτως· μήθʼ ὑμεῖς ποτε εἰς τοσαύτην ἀταξίαν τῶν νόμων προβαίητε, οὔτε ἠμέληται περὶ τῶν τοιούτων τῷ νομοθέτῃ τῷ τὴν δημοκρατίαν καταστήσαντι, ἀλλὰ διαρρήδην προστέτακται τοῖς θεσμοθέταις καθʼ ἕκαστον ἐνιαυτὸν διορθοῦν ἐν τῷ δήμῳ τοὺς νόμους, ἀκριβῶς ἐξετάσαντας καὶ σκεψαμένους, εἴ τις ἀναγέγραπται νόμος ἐναντίος ἑτέρῳ νόμῳ, ἢ ἂκυρος ἐν τοῖς κυρίοις, ἢ που εἰσὶ νόμοι πλείους ἑνὸς ἀναγεγραμμένοι περὶ ἑκάστης πράξεως. κἄν τι τοιοῦτον εὑρίσκωσιν, ἀναγεγραφότας ἐν σανίσιν ἐκτιθέναι κελεύει πρόσθεν τῶν ἐπωνύμων, τοὺς δὲ πρυτάνεις ποιεῖν ἐκκλησίαν ἐπιγράψαντας νομοθέταις, νομοθέταις Dobree: νομοθέτας MSS. τὸν δʼ ἐπιστάτην τῶν προέδρων διαχειροτονίαν διδόναι διδόναι Scholl: διδόναι τῷ δήμῳ MSS. τοὺς μὲν τοὺς μὲν Kaibel: καὶ τοὺς μὲν MSS. ἀναιρεῖν τῶν νόμων, τοὺς δὲ καταλείπειν, ὅπως ἂν εἷς ᾖ νόμος καὶ μὴ πλείους περὶ ἑκάστης πράξεως. καί μοι λέγε τοὺς νόμους. Νόμοι εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀληθὴς ἦν ὁ παρὰ τούτων λόγος, καὶ ἦσαν δύο κείμενοι νόμοι περὶ τῶν κηρυγμάτων, ἐξ ἀνάγκης οἶμαι τῶν μὲν θεσμοθετῶν ἐξευρόντων, τῶν δὲ πρυτάνεων ἀποδόντων τοῖς νομοθέταις ἀνῄρητʼ ἂν ὁ ἕτερος τῶν νόμων, ἤτοι ὁ τὴν ἐξουσίαν δεδωκὼς ἀνειπεῖν ἢ ὁ ἀπαγορεύων· ὁπότε δὲ μηδὲν τούτων γεγένηται, φανερῶς δή που ἐξελέγχονται οὐ μόνον Ψευδῆ λέγοντες, ἀλλὰ καὶ παντελῶς ἀδύνατα γενέσθαι.