καὶ οὐ κατηγορῶν αὐτῶν οὐδʼ ἐπιτιμῶν λέγω, ἀλλʼ ἐκεῖνο ὑμῖν ἐνδείξασθαι βουλόμενος, βουλόμενος Cobet: βούλομαι MSS. ὅτι ὁ μὲν νομοθέτης, ἐάν τις μιᾶς ἀρχῆς τῆς ἐλαχίστης ὑπεύθυνος ᾖ, τοῦτον οὐκ ἐᾷ, πρὶν ἂν λόγου λόγουν Scheibe: λόγους MSS. καὶ εὐθύνας δῷ, στεφανοῦν, Κτησιφῶν δὲ Κτησιφῶν δὲ Blass: ὁ δὲ Κτησιφῶν MSS. Δημοσθένην τὸν συλλήβδην ἁπάσας τὰς Ἀθήνησιν ἀρχὰς ἄρχοντα οὐκ ὤκνησε γράψαι στεφανῶσαι. ὡς τοίνυν καὶ τὴν τῶν τειχοποιῶν ἀρχὴν ἦρχεν, ὅθʼ οὗτος τὸ ψήφισμα ἔγραψε, καὶ τὰ δημόσια χρήματα διεχείριζε, καὶ ἐπιβολὰς ἐπέβαλλε, καθάπερ οἱ ἄλλοι ἄρχοντες, καὶ δικαστηρίων ἡγεμονίας ἐλάμβανε, τούτων ὑμῖν αὐτὸν Δημοσθένην μάρτυρα Δημοσθένην μάρτυρα Hamaker: Δημοσθένην μάρτυρα καὶ Κτησιφῶντα or Δημοσθένην καὶ Κρησιφῶντα μάρτυρας MSS. παρέξομαι. ἐπὶ γὰρ Χαιρώνδου ἄρχοντος, Θαργηλιῶνος μηνὸς δευτέρᾳ φθίνοντος, ἐκκλησίας οὔσης ἔγραψε Δημοσθένης ἀγορὰν ποιῆσαι τῶν φυλῶν Ξκιροφοριῶνος δευτέρα ἱσταμένου καὶ τρίτῃ, καὶ ἐπέταξεν ἐν τῷ ψηφίσματι ἑκάστης τῶν φυλῶν ἑλέσθαι τοὺς ἐπιμελησομένους τῶν ἔργων ἐπὶ τὰ τείχη καὶ ταμίας, καὶ μάλα ὀρθῶς, ἵνʼ ἡ πόλις ἔχοι ὑπεύθυνα σώματα παρʼ ὧν ἔμελλε τῶν ἀνηλωμένων λόγον ἀπολήψεσθαι. καί μοι λέγε τὸ ψήφισμα. τὸ Ψήφισμα Franke: τὰ Ψηφίσματα MSS. Ψήφισμα Ψήφισμα Franke: the MSS. have the plural, or omit the title. ναί, ἀλλʼ ἀντιδιαπλέκει πρὸς τοῦτο εὐθὺς λέγων ὡς οὔτʼ ἔλαχε τειχοποιὸς οὔτʼ ἐχειροτονήθη ὑπὸ τοῦ δήμου. καὶ περὶ τούτου Δημοσθένης μὲν καὶ Κτησιφῶν πολὺν ποιήσονται λόγον· ὁ δέ γε νόμος βραχὺς καὶ σαφὴς καὶ ταχὺ λύων τὰς τούτων τέχνας. μικρὰ δὲ ὑμῖν ὑπὲρ αὐτῶν πρῶτον προειπεῖν βούλομαι. ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τὰς ἀρχὰς εἴδη τρία, ὧν ἓν μὲν καὶ πᾶσι φανερώτατον οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ ἄρχοντες, δεύτερον δὲ ὅσοι τι διαχειρίζουσι τῶν τῆς πόλεως ὑπὲρ τριάκοντα ἡμέρας καὶ οἱ διαχειρίζειν Scheibe: διαχειρίζειν τούτους αἱρετοὺς ἄρχοντας εἶναι MSS. τῶν δημοσίων ἔργων ἐπιστάται, τρίτον δʼ ἐν τῷ νόμῳ γέγραπται, καὶ εἴ τινες ἄλλοι ἡγεμονίας δικαστηρίων λαμβάνουσι, καὶ τούτους ἄρχειν δοκιμασθέντας. ἐπειδὰν δʼ ἀφέλῃ τις τοὺς ὑπὸ τοῦ δήμου κεχειροτονημένους καὶ τοὺς κληρωτοὺς ἄρχοντας, καταλείπονται οὓς αἱ φυλαὶ καὶ αἱ τριττύες καὶ οἱ δῆμοι ἐξ ἑαυτῶν αἱροῦνται τὰ δημόσια χρήματα διαχειρίζειν. ἄλλοι Cobet: ἄλλοι αἱρετοὶ MSS. τοῦτο δὲ γίγνεται, ὅταν, ὥσπερ νῦν, ἐπιταχθῇ τι ταῖς φυλαῖς, ἢ τάφρους ἐξεργάζεσθαι ἢ τριήρεις ναυπηγεῖσθαι. ὅτι δὲ ἀληθῆ λέγω, ἐξ αὐτῶν τῶν νόμων μαθήσεσθε.