<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="21"><p>καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστʼ εὐθὺς ἀρχόμενος τῶν νόμων,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">νόμων </foreign> Cobet: <foreign xml:lang="grc"> νόμων λέγει </foreign> MSS.</note> <q rend="double">ἀρχὴν ὑπεύθυνον,</q> φησί, <q rend="double">μὴ ἀποδημεῖν·</q> <q rend="double">ὦ Ἡράκλεις,</q> ὑπολάβοι ἄν τις, <q rend="double">ὅτι ἦρξα, μὴ ἀποδημήσω;</q> ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως ἢ πράξεις δρασμῷ χρήσῃ. πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδʼ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδʼ ἄλλα πολλά· ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας ὁ νομοθέτης τὰς τῶν ὑπενθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="22"><p><q rend="double">ναί, ἀλλʼ ἔστι τις ἄνθρωπος ὃς οὔτʼ εἴληφεν οὐδὲν τῶν δημοσίων οὔτʼ ἀνήλωκε, προσῆλθε δὲ πρός τι τῶν κοινῶν.</q> καὶ τοῦτον ἀποφέρειν κελεύει λόγον πρὸς τοὺς λογιστάς. <q rend="double">καὶ πῶς ὅ γε μηδὲν λαβὼν μηδʼ ἀναλώσας ἀποίσει λόγον τῇ πόλει;</q> αὐτὸς ὑποβάλλει καὶ διδάσκει ὁ νόμος ἃ χρὴ γράφειν· κελεύει γὰρ αὐτὸ τοῦτο ἐγγράφειν, ὅτι <q rend="double">οὔτʼ ἔλαβον οὐδὲν τῶν τῆς πόλεως οὔτʼ ἀνήλωσα.</q> ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον καὶ ἀνεξέταστον οὐδέν ἐστι τῶν ἐν τῇ πόλει. ὅτι δὲ ἀληθῆ λέγω, αὐτῶν ἀκούσατε τῶν νόμων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="23"><p rend="align(center)"><label>Νόμοι</label></p><p rend="align(indent)">ὅταν τοίνυν μάλιστα θρασύνηται Δημοσθένης, λέγων ὡς διὰ τὴν ἐπίδοσιν οὐκ ἔστιν ὑπεύθυνος, ἐκεῖνο αὐτῷ ὑποβάλλετε· οὐκ οὖν ἐχρῆν σε, ὦ Δημόσθενες, ἐᾶσαι τὸν τῶν λογιστῶν κήρυκα κηρύξαι τὸ πάτριον καὶ ἔννομον κήρυγμα τοῦτο, <q rend="double">τίς βούλεται κατηγορεῖν;</q> ἔασον ἀμφισβητῆσαί σοι τὸν βουλόμενον τῶν πολιτῶν, ὡς οὐκ ἐπέδωκας, ἀλλʼ ἀπὸ πολλῶν ὧν ἔχεις εἰς τὴν τῶν τειχῶν οἰκοδομίαν μικρὰ κατέθηκας, δέκα τάλαντα εἰς ταῦτα τῆς<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῆς </foreign> Blass: <foreign xml:lang="grc"> ἐκ τῆς </foreign> MSS.</note> πόλεως εἰληφώς. μὴ ἅρπαζε τὴν φιλοτιμίαν, μηδὲ ἐξαιροῦ τῶν δικαστῶν τὰς Ψήφους ἐκ τῶν χειρῶν, μηδʼ ἔμπροσθεν τῶν νόμων, ἀλλʼ ὕστερος πολιτεύου. ταῦτα γὰρ ὀρθοῖ τὴν δημοκρατίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="24"><p rend="align(indent)">πρὸς μὲν οὖν τὰς κενὰς<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κενὰς </foreign> Stephanus: <foreign xml:lang="grc"> κοινὰς </foreign> MSS.</note> προφάσεις ἃς οὗτοι προφασιοῦνται, μέχρι δεῦρο εἰρήσθω μοι· ὅτι δὲ ὄντως ἦν ὑπεύθυνος ὁ Δημοσθένης, ὅθʼ οὗτος εἰσήνεγκε τὸ Ψήφισμα, ἄρχων μὲν τὴν ἐπὶ τὸ θεωρικὸν<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ θεωρικὸν </foreign> Blass, comparing Aristotle, <bibl n="Aristot. Ath. Pol. 43.1">Aristot. <title rend="italic">Const. Ath.</title> 43.1</bibl> and <bibl n="Aristot. Ath. Pol. 47.2">Aristot. <title rend="italic">Const. Ath.</title> 47.2</bibl>:  <foreign xml:lang="grc">τῷ θεωρικῷ </foreign> MSS.</note> ἀρχὴν, ἄρχων δὲ τὴν τῶν τειχοποιῶν, οὐδετέρας δέ πω τῶν ἀρχῶν τούτων λόγον ὑμῖν οὐδʼ εὐθύνας δεδωκώς, ταῦτʼ ἤδη πειράσομαι ὑμᾶς διδάσκειν ἐκ τῶν δημοσίων γραμμάτων. καί μοι ἀνάγνωθι, ἐπὶ τίνος ἄρχοντος καὶ ποίου μηνὸς καὶ ἐν τίνι ἡμέρᾳ καὶ ἐν ποίᾳ ἐκκλησίᾳ ἐχειροτονήθη Δημοσθένης τὴν ἀρχὴν τὴν ἐπὶ τὸ θεωρικόν.<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ θεωρικόν </foreign> Blass: <foreign xml:lang="grc"> τῷ θεωρικῷ </foreign> MSS.</note></p><p rend="align(center)"><label>Διαλογισμὸς τῶν Ἡμερῶν</label></p><p rend="align(indent)">οὐκοῦν εἰ μηδὲν ἔτι περαιτέρω<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περαιτέρω </foreign> Weidner: <foreign xml:lang="grc"> τούτου περαιτέρω </foreign> or <foreign xml:lang="grc"> μεραιτέρω τούτου</foreign> MSS.</note> δείξαιμι, δικαίως ἂν ἁλίσκοιτο Κτησιφῶν· αἱρεῖ γὰρ αὐτὸν οὐχ ἡ κατηγορία ἡ ἐμή, ἀλλὰ τὰ δημόσια γράμματα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg003.perseus-grc2" n="25"><p rend="align(indent)">πρότερον μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀντιγραφεὺς ἦν χειροτονητὸς τῇ πόλει, ὃς καθʼ ἑκάστην πρυτανείαν ἀπελογίζετο τὰς προσόδους τῷ δήμῳ· διὰ δὲ τὴν πρὸς Εὔβουλον γενομένην πίστιν ὑμῖν οἱ ἐπὶ τὸ θεωρικὸν κεχειροτονημένοι ἦρχον μέν, πρὶν ἢ τὸν Ἡγήμονος νόμον γενέσθαι, τὴν τοῦ ἀντιγραφέως ἀρχήν, ἦρχον δὲ τὴν τῶν ἀποδεκτῶν, καὶ νεωρίων ἦρχον,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">νεωρίων ἦρχον </foreign> Kaibel: <foreign xml:lang="grc"> νεωρίων ἀρχήν </foreign> MSS.</note> καὶ σκευοθήκην ᾠκοδόμουν, ἦσαν δὲ καὶ ὁδοποιοί, καὶ σχεδὸν τὴν ὅλην διοίκησιν εἶχον τῆς πόλεως.</p></div></div></body></text></TEI>