ἤδη δʼ ἐψηφισμένων Θετταλῶν ἐπιστρατεύειν ἐπὶ τὴν ἡμετέραν πόλιν, καὶ τοῦ νεανίσκου τὸ πρῶτον παροξυνθέντος εἰκότως, ἐπειδὴ περὶ Θήβας ἦν τὸ στρατόπεδον, πρεσβευτὴς ὑφʼ ὑμῶν χειροτονηθείς, ἀποδρὰς ἐκ μέσου τοῦ Κιθαιρῶνος ἧκεν ὑποστρέψας, οὔτʼ ἐν εἰρήνη οὔτʼ ἐν πολέμῳ χρήσιμον ἑαυτὸν παρέχων. καὶ τὸ πάντων δεινότατον, ὑμεῖς μὲν τοῦτον οὐ προὔδοτε, οὐδʼ εἰάσατε κριθῆναι ἐν τῷ τῶν Ἑλλήνων συνεδρίῳ, οὗτος δʼ ὑμᾶς νυνὶ προδέδωκεν, εἴπερ ἀληθῆ ἐστιν ἃ λέγεται. ὡς γάρ φασιν οἱ Πάραλοι καὶ οἱ πρεσβεύσαντες πρὸς Ἀλέξανδρον, καὶ τὸ πρᾶγμα εἰκότως πιστεύεται, ἔστι τις Ἀριστίων Πλαταϊκός, ὁ τοῦ Ἀριστοβούλου τοῦ φαρμακοπώλου υἱός, εἴ τις ἄρα καὶ ὑμῶν γιγνώσκει. οὗτός ποτε ὁ νεανίσκος ἑτέρων τὴν ὄψιν διαφέρων γενόμενος ᾤκησε πολὺν χρόνον ἐν τῇ Δημοσθένους οἰκίᾳ, ὅ τι δὲ πάσχων ἢ πράττων, ἀμφίβολος ἡ αἰτία, καὶ τὸ πρᾶγμα οὐδαμῶς εὔσχημον ἐμοὶ λέγειν. οὗτος, ὡς ἐγὼ ἀκούων, ἠγνοημένος ὅστις ποτʼ ἐστὶ καὶ πῶς βεβιωκώς, τὸν Ἀλέξανδρον ὑποτρέχει καὶ πλησιάζει ἐκείνῳ. διὰ τούτου γράμματα πέμψας Δημοσθένης ὡς Ἀλέξανδρον, ἄδειάν τινα εὕρηται καὶ καταλλαγάς, καὶ πολλὴν τὴν κολακείαν πεποίηται. ἐκεῖθεν δὲ θεωρήσατε ὡς ὅμοιόν ἐστι τὸ πρᾶγμα τῇ αἰτίᾳ. εἰ γάρ τι τούτων ἐφρόνει Δημοσθένης καὶ πολεμικῶς εἶχεν, ὥσπερ καὶ φησί, πρὸς Ἀλέξανδρον, τρεῖς αὐτῷ καιροὶ κάλλιστοι παραγεγόνασιν, ὧν οὐδενὶ φαίνεται κεχρημένος. εἷς μὲν ὁ πρῶτος, ὅτʼ εἰς τὴν ἀρχὴν οὐ πάλαι καθεστηκὼς Ἀλέξανδρος, ἀκατασκεύων αὐτῷ τῶν ἰδίων ὄντων, εἰς τὴν Ἀσίαν διέβη, ἤκμαζε δʼ ὁ τῶν Περσῶν βασιλεὺς καὶ ναυσὶ καὶ χρήμασι καὶ πεζῇ στρατιᾷ, ἄσμενος δʼ ἂν ἡμᾶς εἰς τὴν συμμαχίαν προσεδέξατο διὰ τοὺς ἐπιφερομένους ἑαυτῷ κινδύνους. εἶπάς τινα ἐνταῦθα λόγον, Δημόσθενες, ἢ ἔγραψάς τι ψήφισμα; βούλει σε θῶ φοβηθῆναι καὶ χρήσασθαι τῷ σαυτοῦ τρόπῳ; καίτοι ῥητορικὴν δειλίαν δημόσιος καιρὸς οὐκ ἀναμένει. ἀλλʼ ἐπειδὴ πάσῃ τῇ δυνάμει Δαρεῖος κατεβεβήκει, ὁ δʼ Ἀλέξανδρος ἦν ἀπειλημμένος ἐν Κιλικίᾳ πάντων ἐνδεής, ὡς ἔφησθα σύ, αὐτίκα μάλα δʼ ἔμελλεν, ὡς ἦν ὁ παρὰ σοῦ λόγος, συμπατηθήσεσθαι ὑπὸ τῆς Περσικῆς ἵππου, τὴν δὲ σὴν ἀηδίαν ἡ πόλις οὐκ ἐχώρει καὶ τὰς ἐπιστολὰς ἃς ἐξηρτημένος ἐκ τῶν δακτύλων περιῄεις, ἐπιδεικνύων τισὶ τὸ ἐμὸν πρόσωπον ὡς ἐκπεπληγμένου καὶ ἀθυμοῦντος, καὶ χρυσόκερων ἀποκαλῶν καὶ κατεστέφθαι φάσκων, εἴ τι πταῖσμα συμβήσεται Ἀλεξάνδρῳ, οὐδʼ ἐνταῦθα ἔπραξας οὐδέν, ἀλλʼ εἴς τινα καιρὸν ἀνεβάλλου καλλίω. ὑπερβὰς τοίνυν ἅπαντα ταῦτα, ὑπὲρ τῶν νυνὶ καθεστηκότων λέξω. Λακεδαιμόνιοι μὲν καὶ τὸ ξενικὸν ἐπέτυχον μάχῃ, καὶ διέφθειραν τοὺς περὶ Κόρραγον στρατιώτας, Ἠλεῖοι δʼ αὐτοῖς συμμετεβάλοντο καὶ Ἀχαιοὶ πάντες πλὴν Πελληνέων, καὶ Ἀρκαδία πᾶσα πλὴν Μεγάλης πόλεως, αὕτη δὲ ἐπολιορκεῖτο καὶ καθʼ ἑκάστην ἡμέραν ἐπίδοξος ἦν ἁλῶναι, ὁ δʼ Ἀλέξανδρος ἔξω τῆς ἄρκτου καὶ τῆς οἰκουμένης ὀλίγου δεῖν πάσης μεθειστήκει, ὁ δὲ Ἀντίπατρος πολὺν χρόνον συνῆγε στρατόπεδον, τὸ δʼ ἐσόμενον ἄδηλον ἦν. ἐνταῦθʼ ἡμῖν ἀπόδειξιν ποίησαι, Δημόσθενες, τί ποτʼ ἦν ἃ ἔπραξας, ἢ τί ποτʼ ἦν ἃ ἔλεγες· καὶ εἰ βούλει, παραχωρῶ σοι τοῦ βήματος ἕως ἂν εἴπῃς.