ἐνταῦθʼ ἤδη τέτακται καὶ ὁ τρίτος τῶν καιρῶν, μᾶλλον δʼ ὁ πάντων πικρότατος χρόνος, ἐν ὧ Δημοσθένης ἀπώλεσε τὰς τῶν Ἑλλήνων καὶ τῆς πόλεως πράξεις, ἀσεβήσας μὲν εἰς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς, ἄδικον δὲ καὶ οὐδαμῶς ἴσην τὴν πρὸς Θηβαίους συμμαχίαν γράψας. ἄρξομαι δὲ ἀπὸ τῶν εἰς τοὺς πλημμελημάτων πλημμελημάτων Weidner: αὐτοῦ πλημμελημάτων or πλημμελημάτων αὐτοῦ MSS. λέγειν. ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ Κιρραῖον ὠνομασμένον πεδίον καὶ λιμὴν ὁ νῦν ἐξάγιστος καὶ ἐπάρατος ὠνομασμένος. ταύτην ποτὲ τὴν χώραν κατῴκησαν Κιρραῖοι καὶ Κραγαλίδαι, γένη παρανομώτατα, οἳ εἰς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς καὶ περὶ τὰ ἀναθήματα ἠσέβουν, ἐξημάρτανον δὲ καὶ εἰς τοὺς Ἀμφικτύονας. ἀγανακτήσαντες δʼ ἐπὶ τοῖς γιγνομένοις μάλιστα μέν, ὡς λέγονται, οἱ πρόγονοι οἱ ὑμέτεροι, ἔπειτα καὶ οἱ ἄλλοι Ἀμφικτύονες, μαντείαν ἐμαντεύσαντο παρὰ τῷ θεῷ, τίνι χρὴ τιμωρίᾳ τοὺς ἀνθρώπους τούτους μετελθεῖν. καὶ αὐτοῖς ἀναιρεῖ ἡ Πυθία πολεμεῖν Κιρραίοις καὶ Κραγαλίδαις πάντʼ ἤματα καὶ πάσας νύκτας, καὶ τὴν χώραν αὐτῶν ἐκπορθήσαντας καὶ αὐτοὺς ἀνδραποδισαμένους ἀναθεῖναι τῷ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ τῇ Ἀρτέμιδι καὶ τῇ τῇ added by Herwerden. Λητοῖ καὶ Ἀθηνᾷ Προναίᾳ Προναίᾳ Bekker: Προνοία MSS. So in Aeschin. 3.110-111 . ἐπὶ πάσῃ ἀεργίᾳ, καὶ ταύτην τὴν χώραν μήτʼ αὐτοὺς ἐργάζεσθαι μήτʼ ἄλλον ἐᾶν. λαβόντες δὲ τὸν χρησμὸν τοῦτον οἱ Ἀμφικτύονες ἐψηφίσαντο Σόλωνος εἰπόντος Ἀθηναίου τὴν γνώμην, ἀνδρὸς καὶ νομοθετῆσαι δυνατοῦ καὶ περὶ ποίησιν καὶ φιλοσοφίαν διατετριφότος, ἐπιστρατεύειν ἐπὶ τοὺς ἐναγεῖς κατὰ τὴν μαντείαν τοῦ θεοῦ· καὶ συναθροίσαντες δύναμιν πολλὴν τῶν Ἀμφικτυόνων, ἐξηνδραποδίσαντο τοὺς ἀνθρώπους καὶ τὸν λιμένα καὶ τὴν πόλιν αὐτῶν κατέσκαψαν καὶ τὴν χώραν χώραν Markland: χώραν αὐτῶν MSS. καθιέρωσαν κατὰ τὴν μαντείαν. καὶ ἐπὶ τούτοις ὅρκον ὤμοσαν ἰσχυρόν, μήτʼ αὐτοὶ τὴν ἱερὰν γῆν ἐργάσεσθαι μήτʼ ἄλλῳ ἐπιτρέψειν, ἀλλὰ βοηθήσειν τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ φωνῇ added by Baiter and Sauppe. cp. § 120 and ii. 115. καὶ πάσῃ δυνάμει. καὶ οὐκ ἀπέχρησεν αὐτοῖς τοῦτον τὸν ὅρκον ὀμόσαι, ἀλλὰ καὶ προστροπὴν καὶ ἀρὰν ἰσχυρὰν ὑπὲρ τούτων ἐποιήσαντο. γέγραπται γὰρ οὕτως ἐν τῇ ἀρᾷ, εἴ τις τάδε, φησί, παραβαίνοι ἢ πόλις ἤ ἰδιώτης ἢ ἔθνος, ἐναγής, φησίν, ἔστω τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος καὶ τῆς τῆς added by Herwerden. Λητοῦς καὶ Ἀθηνᾶς Προναίας. For Προναίας and Προναίᾳ below, see on § 108.