περὶ δὲ Κερσοβλέπτου καὶ Φωκέων καὶ τῶν ἄλλων ἃ πρὸς τούτοις διαβέβλημαι, ὑπόλοιπον εἰπεῖν. ἐγὼ γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν τῇ ὑστέρᾳ πρεσβείᾳ, ἃ μὲν εἶδον, ὡς εἶδον, ὑμῖν ἀπήγγελλον, ἃ δʼ ἤκουσα, ὡς ἤκουσα. τίνα οὖν ἦν ἑκάτερα τούτων, ἅ τε εἶδον ἅ τε ἤκουσα περὶ Κερσοβλέπτου; εἶδον μὲν ἐγὼ καὶ οἱ συμπρέσβεις ἅπαντες ὁμηρεύοντα τὸν υἱὸν τὸν Κερσοβλέπτου παρὰ Φιλίππῳ· καὶ ἔτι καὶ νῦν τοῦθʼ οὕτως ἔχει. συνέβαινε δέ, ὅτε τὴν προτέραν ἐπρεσβεύομεν πρεσβείαν, ἐμοὶ μὲν μετὰ τῶν συμπρέσβεων ἀπιέναι δεῦρο, Φιλίππῳ δʼ ἐπὶ Θράκην ἐξιέναι, πρὸς δʼ ἡμᾶς ὡμολογηκέναι, ἕως ἂν ὑμεῖς περὶ τῆς εἰρήνης βουλεύσησθε, μὴ ἐπιβήσεσθαι μεθʼ ὅπλων Χερρονήσου. ἐν ἐκείνῃ μὲν οὖν τῇ ἡμέρᾳ ᾗ ὑμεῖς ἐψηφίσασθε τὴν εἰρήνην, οὐδεμία μνεία ἐγένετο περὶ Κερσοβλέπτου· ἤδη δὲ ἡμῶν κεχειροτονημένων ἐπὶ τοὺς ὅρκους, οὔπω δὲ ἀπηρκότων ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἐκκλησία γίγνεται, ἐν ᾗ Δημοσθένης ὁ νυνὶ κατηγορῶν ἐμοῦ λαγχάνει προεδρεύειν. ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλος ὁ Λαυμψακηνὸς εἶπε παρελθών, ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτης, ἀξιοίη ἀξιοίη Franke: ἀξιοῖ MSS. δὲ ἀποδοῦναι τοὺς ὅρκους τοῖς Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖς ὑμετέροις συμμάχοις. ῥηθέντων δὲ τῶν λόγων τούτων, Ἀλεξίμαχος ὁ Πήληξ δίδωσιν ἀναγνῶναι ψήφισμα τοῖς προέδροις, ἐν ᾧ ἐγέγραπτο ἀποδοῦναι τοὺς ὅρκους Φιλίππῳ μετὰ τῶν ἄλλων συμμάχων τὸν ἥκοντα παρὰ Κερσοβλέπτου. ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος, καὶ ταῦτα οἶμαι πάντας ὑμᾶς μνημονεύειν, ἀναστὰς ἐκ τῶν προέδρων Δημοσθένης οὐκ ἔφη τὸ ψήφισμα ἐπιψηφιεῖν, οὐδὲ λύσειν τὴν πρὸς Φίλιππον εἰρήνην, οὐδὲ γιγνώσκειν τῶν συμμάχων τοὺς ὥσπερ συνεφαπτομένους τοῖς σπένδουσι τῶν ἱερῶν· ἀποδοθῆναι γὰρ περὶ τούτων ἑτέραν ἐκκλησίαν. βοώντων δὲ ὑμῶν καὶ τοὺς προέδρους ἐπὶ τὸ βῆμα καλούντων, οὕτως ἄκοντος αὐτοῦ τὸ ψήφισμα ἐπεψηφίσθη. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τὸν γράψαντα τὸ ψήφισμα Ἀλεξίμαχον καὶ τοὺς συμπροέδρους τοὺς Δημοσθένους, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. Μαρτυρία ὁ μὲν τοίνυν ἐπιδακρύσας ἀρτίως ἐνταυθοῖ Δημοσθένης μνησθεὶς Κερσοβλέπτου, φαίνεται τῆς συμμαχίας ἐκκλῄων αὐτόν. ὡς δʼ ἡ παροῦσα ἐκκλησία διελύθη, ἐξώρκιζον τοὺς συμμάχους οἱ τοῦ Φιλίππου πρέσβεις ἐν τῷ στρατηγίῳ τῷ ὑμετέρῳ.