Ψήφισμα οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφʼ ἡμέραν καιροὺς λέγονται. ποιεῖ δέ μου τὴν δημηγορίαν ὁ μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν· λόγον γὰρ μὴ προτιθέντων λόγον . . . προτιθέντων Cobet: λόγων . . . προτεθέντων MSS. εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων, προέδρων Cobet: προέδρων κωλυόντων MSS. οὐκ εἰπεῖν. τί δʼ ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ἢ ὡς ἐκεῖνον ὠφελήσων; ἀλλʼ οὐκ ἐνῆν οὐδέτερα οὐδέτερα Sakorraphos: ἀμφύτερα MSS. ἐξενέγκασθαι, ἀλλʼ ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν. κάλει δέ μοι καὶ Ἀμύντορα Ἑρχιέα, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. ὃν δὲ τρόπον γέγραπται, προδιελθεῖν ὑμῖν βούλομαι. μαρτυρεῖ Ἀμύντωρ Αἰσχίνῃ, ὅτε ἐβουλεύετο ὁ δῆμος περὶ τῆς συμμαχίας τῆς πρὸς Φίλιππον κατὰ τὸ Δημοσθένους ψήφισμα, ἐν τῇ ὑστέρᾳ τῶν δυοῖν ἐκκλησιῶν, ὅτε οὐκ ἐξῆν δημηγορεῖν, ἀλλὰ τὰ περὶ τῆς εἰρήνης καὶ συμμαχίας ψηφίσματα ἐπεψηφίζετο, ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα The MSS. have ψήφισμα γεγραμμένον · Blass brackets γεγραμμένον. ἑαυτῷ, ἐφʼ ᾧ ἐπεγέγραπτο τὸ τὸ added by Markland. Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ δῷ Markland: δῷ τῷ γραμματεῖ MSS. τοῖς προέδροις ἐπιψηφίσαι, τοῖς προέδροις ἐπιψηφίσαι Blass (ἐπιψηφίσαι Markland) · ἐπιψηφίσασθαι τοῖς προέδροις MSS. καὶ εἶναι, ἐφʼ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφʼ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι. Μαρτυρία τῆς μὲν μαρτυρίας ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι· σκοπεῖτε δὴ πότερα ὑμῖν δοκεῖ Δημοσθένης ἐμοῦ κατηγορηκέναι, ἢ τοὐναντίον αὐτὸς αὑτοῦ ἐπὶ τῷ ἐμῷ ὀνόματι. ἐπειδὴ δὲ καὶ τὴν δημηγορίαν μου διαβάλλει, καὶ τοὺς εἰρημένους λόγους ἐπὶ τὰ χείρω διεξέρχεται, οὔτʼ ἂν ἀποδραίην, οὔτʼ ἂν τῶν τότʼ εἰρημένων οὐδὲν ἀρνησαίμην, οὔτʼ αἰσχύνομαι ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ φιλοτιμοῦμαι. βούλομαι δʼ ὑμᾶς καὶ τοὺς καιροὺς ὑπομνῆσαι, ἐν οἷς ἐβουλεύεσθε. τὴν μὲν γὰρ ἀρχὴν ἐποιησάμεθα τοῦ πολέμου ὑπὲρ Ἀμφιπόλεως, συνέβαινε δʼ ἡμῶν τὸν στρατηγὸν ἐν τῷ πολέμῳ ἑβδομήκοντα μὲν καὶ πέντε πόλεις συμμαχίδας ἀποβεβληκέναι, ἃς ἐκτήσατο Τιμόθεος ὁ Κόνωνος καὶ κατέστησεν εἰς τὸ συνέδριον· (προῄρημαι γὰρ παρρησιάσασθαι, καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι· ἐὰν δὲ ἄλλως πως γιγνώσκητε, καταχρήσασθέ μοι· οὐ γὰρ ἂν ὑποστειλαίμην·)