<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="6"><p rend="align(indent)">παράδοξος δέ μοι κἀκεῖνος ὁ λόγος ἐφάνη καὶ δεινῶς ἄδικος, ὅθʼ ὑμᾶς ἐπηρώτα, εἰ οἷόν τʼ ἐστὶν ἐν τῇ αὐτῇ πόλει Φιλοκράτους μὲν θάνατον καταψηφίσασθαι, ὅτι καταγνοὺς ἑαυτοῦ ἀδικεῖν τὴν κρίσιν οὐχ ὑπέμεινεν, ἐμοῦ δʼ ἀπογνῶναι. ἐγὼ δʼ ἐπʼ αὐτῷ τούτῳ δικαίως ἂν ὑπολαμβάνω μάλιστα σῴζεσθαι· εἰ γὰρ ὁ καταγνοὺς ἑαυτοῦ καὶ μὴ παρὼν ἀδικεῖ, ὅ γε ἀπογνοὺς καὶ τὸ σῶμα τοῖς νόμοις καὶ τοῖς πολίταις παραδοὺς οὐκ ἀδικεῖ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="7"><p>περὶ δὲ τῆς ἄλλης κατηγορίας δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐάν τι παραλίπω καὶ μὴ μνησθῶ, ἐπερωτᾶν με καὶ δηλοῦν ὅ τι ἂν ποθῆτε ἀκοῦσαι, μηδὲν προκατεγνωκότας,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> προκατεγνωκότας </foreign> Hamaker: <foreign xml:lang="grc"> προκατεγνακότας ὡς ἀδικῶ</foreign> MSS.</note> ἀλλʼ ἴσῃ τῇ εὐνοίᾳ ἀκούοντας. ἀπορῶ δʼ ὁπόθεν χρὴ πρῶτον ἄρξασθαι, διὰ τὴν ἀνωμαλίαν τῆς κατηγορίας. σκέψασθε δʼ ἂν ὑμῖν εἰκός τι πρᾶγμα δόξω πάσχειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="8"><p>εἰμὶ μὲν γὰρ ὁ κινδυνεύων ἐγὼ νυνὶ περὶ τοῦ σώματος, τῆς δὲ κατηγορίας τὴν πλείστην πεποίηται Φιλοκράτους καὶ Φρύνωνος καὶ τῶν ἄλλων συμπρέσβεων, καὶ Φιλίππου καὶ τῆς εἰρήνης καὶ τῶν Εὐβούλου πολιτευμάτων, ἐν ἅπασι δὲ τούτοις ἐγὼ τέταγμαι. μόνος δʼ ἐν τῷ λόγῳ φαίνεται κηδεμὼν τῆς πόλεως Δημοσθένης, οἱ δʼ ἄλλοι προδόται· διατετέλεκε γὰρ εἰς ἡμᾶς ὑβρίζων, καὶ λοιδορίας ψευδεῖς οὐκ ἐμοὶ μόνον λοιδορούμενος, ἀλλὰ καὶ τοῖς ἄλλοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="9"><p>ὃν δʼ οὕτως ἀτιμάζει, πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ,<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ὅπου ἂν τύχῃ </foreign> Scholiast: <foreign xml:lang="grc"> ὅπου τύχῃ </foreign> or<foreign xml:lang="grc"> ὅπου τύχοι </foreign> MSS.</note> ὥσπερ Ἀλκιβιάδην ἢ Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> αἰτιᾶται </foreign> Cobet: <foreign xml:lang="grc"> αἰτιᾶταί με </foreign> MSS.</note> τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δʼ ὑμῶν τὸν ἐπὶ Θράκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg002.perseus-grc2" n="10"><p>ἐνεχείρησε δʼ ἀπεικάζειν με Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ μετὰ σπουδῆς καὶ κραυγῆς πολλῆς παρεκελεύσαθʼ ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίᾳ διηγήσατο. οὕτω δʼ ἄνω τὸ πρᾶγμα ἐξάρας, ἐφθόνησέ μου ταῖς διαβολαῖς, τὰς αἰτίας ἀνατιθεὶς τῶν πεπραγμένων οὐ τοῖς ἐμοῖς λόγοις, ἀλλὰ τοῖς ὅπλοις τοῖς Φιλίππου.</p></div></div></body></text></TEI>