θορυβησάντων δʼ ἐπʼ αὐτῷ τῶν μέν, ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, σκέψασθε δὲ ἔφη ὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. ἐδόκει δεινὸς δεινὸς Auger: μνημονικὸς καὶ δεινὸς MSS. εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλʼ οὐκ ἐμοί, ἀλλʼ εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη. ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δʼ οὐ χείρων Ἀριστόδημος ὁ ὑποκριτής, παρῆν δʼ ἡμῖν καὶ συνεπρέσβευε. μνημονικόν τις αὐτόν φησιν εἶναι· καὶ γὰρ ἕτεροι. πιεῖν πιεῖν Cobet: συμπιεῖν MSS. cp. ii. 112. δεινὸς ἦν· Φιλοκράτης ὁ μεθʼ ἡμῶν δεινότερος. λόγον τίς φησιν ἐμοὶ καταλιπεῖν ὑπὲρ Ἀμφιπόλεως· ἀλλʼ οὔτʼ ἂν ὑμῖν ὁ ῥήτωρ οὗτος οὔτʼ ἂν ἐμοὶ λόγου μεταδοίη. ταυτὶ μὲν οὖν ἔφη λῆρός ἐστιν· ἐγὼ δὲ ψήφισμα γράψω καὶ τῷ κήρυκι σπείσασθαι τῷ παρὰ Φιλίππου ἥκοντι, καὶ τοῖς μέλλουσι παρʼ αὐτοῦ δεῦρο ἰέναι πρέσβεσι, καὶ τοὺς πρυτάνεις, ἐπειδὰν ἥκωσιν οἱ πρέσβεις, ἐκκλησίαν ἐπὶ δύο ἡμέρας ποιεῖν μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας, καὶ τοὺς πρέσβεις ἡμᾶς, εἰ δοκοῦμεν ἄξιοι εἶναι, ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον. ὅτι δʼ ἀληθῆ λέγω, λαβέ μοι τὰ ψηφίσματα, ἵνα εἰδῆτε, ὦ ἄνδρες δικασταί, καὶ τὴν ἀνωμαλίαν αὐτοῦ καὶ τὸν φθόνον, καὶ τὴν τῶν πραγμάτων μετὰ Φιλοκράτους κοινωνίαν, καὶ τὸ ἦθος, ὡς ἐπίβουλον καὶ ἄπιστον. κάλει δέ μοι καὶ τοὺς συμπρέσβεις, καὶ τὰς μαρτυρίας αὐτῶν ἀνάγνωθι. ἀνάγνωθι Taylor: the MSS. add καὶ τὰ ψηφίσματα τὰ Δημοσθένους. Ψηφίσματα οὐ τοίνυν μόνον ταῦτα ἔγραψεν, ἀλλὰ καὶ μετὰ ταῦτα ἐν τῇ βουλῇ θέαν εἰς τὰ Διονύσια κατανεῖμαι τοῖς πρέσβεσιν, ἐπειδὰν ἥκωσι, τοῖς Φιλίππου. λέγε καὶ τοῦτο τὸ ψήφισμα. Ψήφισμα ἀνάγνωθι δὴ καὶ τὴν τῶν συμπρέσβεων μαρτυρίαν, ἵνʼ εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Δημοσθένης οὐχ ὑπὲρ τῆς πόλεως εἰπεῖν δύναται, ἀλλʼ ἐπὶ τοὺς συσσίτους καὶ ὁμοσπόνδους μελετᾷ.