ὑπὲρ ἐμοῦ δὲ εἶπέ τι τοιοῦτον, ὡς οὐ ψευσαίμην τὰς τῶν ἑλομένων με ἐπὶ τὴν πρεσβείαν ἐλπίδας. τέλος δὲ πάντων· ἔγραψε γὰρ ἡμᾶς στεφανῶσαι θαλλοῦ στεφάνῳ ἕκαστον εὐνοίας ἕνεκα τῆς εἰς τὸν δῆμον, καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον. ὅτι δʼ οὐδὲν ψεῦδος εἴρηκα πρὸς ὑμᾶς, λαβέτω μοι τὸ ψήφισμα ὁ γραμματεύς, καὶ τὰς τῶν συμπρέσβεων μαρτυρίας ἀναγνώτω. Ψήφισμα Μαρτυρίαι ἐπειδὴ τοίνυν ἀπηγγέλλομεν τὴν πρεσβείαν ἐν τῷ δήμῳ, εἶπε παρελθὼν πρῶτος ἡμῶν πρῶτος ἡμῶν Weidner: the MSS. have διὰ τὴν ἡλικίαν before or after these words. Κτησιφῶν ἄλλους τέ τινας λόγους καὶ τοὺς πρὸς Δημοσθένην αὐτῷ συγκειμένους ἐρεῖν, περί τε τῆς ἐντεύξεως τῆς Φιλίππου καὶ τῆς ἰδέας αὐτοῦ καὶ τῆς ἐν τοῖς πότοις ἐπιδεξιότητος. καὶ μετὰ τοῦτον Φιλοκράτους εἰπόντος μικρὰ καὶ Δερκύλου, παρῆλθον ἐγώ. ἐπειδὴ δὲ τὴν ἄλλην διεξῆλθον πρεσβείαν, ἀπήντησα καὶ πρὸς τὸν λόγον ὃν ἐν τοῖς συμπρέσβεσι διωμολογησάμην, εἰπὼν ὅτι καὶ μνημονικῶς καὶ δυνατῶς ὁ Φίλιππος εἴποι· καὶ τὴν δέησιν οὐκ ἐπελαθόμην τὴν Δημοσθένους, ὅτι ταχθείη λέγειν, ἐάν τι παραλίπωμεν ἡμεῖς, ὑπὲρ Ἀμφιπόλεως. ἐφʼ ἅπασι δʼ ἡμῖν ἀνίσταται τελευταῖος Δημοσθένης, καὶ τερατευσάμενος, ὥσπερ εἴωθε, τῷ σχήματι καὶ τρίψας τὴν κεφαλήν, ὁρῶν ἐπισημαινόμενον τὸν δῆμον καὶ ἀποδεδεγμένον ἀποδεδεγμένον Scaliger: δεδεγμένον MSS. τοὺς παρʼ ἐμοῦ λόγους, ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύεσθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν ἀγαπῶντες ἐν τοῖς οἰκείοις πράγμασιν· οὐδὲν γὰρ εἶναι ῥᾷον ἢ πρεσβείαν ἀπαγγεῖλαι. βούλομαι δʼ ὑμῖν ἔφη καὶ ἐπιδεῖξαι, ὡς δεῖ τὸ πρᾶγμα γίγνεσθαι. ἅμα δʼ ἐκέλευσεν ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ δήμου. ἀναγνωσθέντος δὲ εἶπεν, ὅτι κατὰ τοῦτο ἐξεπέμφθημεν, καὶ ταῦτα ἐπράττομεν ἃ ἐνταυθοῖ γέγραπται. λαβὲ δή μοι καὶ τὴν ἐπιστολὴν ἣν ἥκομεν παρὰ Φιλίππου φέροντες. ἐπειδὴ δὲ ἀνεγνώσθη, ἀπέχετε ἔφη τὴν ἀπόκρισιν, καὶ λοιπὸν ὑμῖν ἐστι βουλεύσασθαι.