καὶ πάντων ὧν εἴποιμι μάρτυρας τὰς ἐκείνων ἐπιστολὰς παρειχόμην καὶ τὰ ψηφίσματα τοῦ δήμου καὶ τὰς Καλλισθένους ἀνοχάς. περὶ μὲν οὖν τῆς ἐξ ἀρχῆς κτήσεως τῆς χώρας, καὶ τῶν καλουμένων Ἐννέα ὁδῶν, καὶ περὶ τῶν Θησέως παίδων, ὧν Ἀκάμας λέγεται φερνὴν ἐπὶ τῇ γυναικὶ λαβεῖν τὴν χώραν ταύτην, τότε μὲν ἥρμοττέ τε λέγειν καὶ ἐρρήθη ὡς ἐνεδέχετο ἀκριβέστατα, νυνὶ δὲ ἴσως ἀνάγκη συντέμνειν τοὺς λόγους· ἃ δὲ ἦν τῶν σημείων οὐκ ἐν τοῖς ἀρχαίοις μύθοις, ἀλλʼ ἐφʼ ἡμῶν γεγενημένα, καὶ καὶ added by Franke. τούτων ἐπεμνήσθην. συμμαχίας γὰρ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων συνελθούσης, εἷς ὢν τούτων Ἀμύντας ὁ Φιλίππου πατὴρ καὶ πέμπων σύνεδρον καὶ τῆς καθʼ αὑτὸν ψήφου κύριος ὤν, ἐψηφίσατο Ἀμφίπολιν τὴν Ἀθηναίων συνεξαιρεῖν μετὰ τῶν ἄλλων Ἑλλήνων Ἀθηναίοις. καὶ τούτων τὸ κοινὸν δόγμα τῶν Ἑλλήνων καὶ τοὺς ψηφισαμένους ἐκ τῶν δημοσίων γραμμάτων μάρτυρας παρειχόμην. ὧν δὲ Ἀμύντας ἀπέστη ἀπέστη Baiter: ἀπέστη ὁ φιλίππου πατήρ MSS. ἐναντίον τῶν Ἑλλήνων ἁπάντων οὐ μόνον λόγοις, ἀλλὰ καὶ ψήφῳ, τούτων, ἔφην ἐγώ, σὲ τὸν ἐξ ἐκείνου γεγενημένον οὐκ ἔστι δίκαιον ἀντιποιεῖσθαι. εἰ δʼ ἀντιποιῇ κατὰ πόλεμον λαβὼν εἰκότως ἔχειν, εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας δοριάλωτον τὴν πόλιν εἷλες, κυρίως ἔχεις τῷ τοῦ πολέμου νόμῳ κτησάμενος· εἰ δʼ Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν, οὐχὶ τἀκείνων ἔχεις, ἀλλὰ τὴν Ἀθηναίων χώραν. ῥηθέντων δὲ καὶ τούτων καὶ ἑτέρων λόγων, ἤδη καθῆκεν εἰς Δημοσθένην τὸ τῆς πρεσβείας μέρος, καὶ πάντες προσεῖχον ὡς ὑπερβολάς τινας δυνάμεως ἀκουσόμενοι λόγων· καὶ γὰρ πρὸς αὐτὸν τὸν Φίλιππον, ὡς ἦν ὕστερον ἀκούειν, καὶ πρὸς τοὺς ἑταίρους ἐξήγγελτο ἐξήγγελτο Bekker: ἐξηγγέλλετο or ἐξηγγέλθη MSS. The MSS. have αὐτοῦ before or after the verb: Blass omits. ἡ τῶν ἐπαγγελιῶν ὑπερβολή. οὕτω δὲ ἁπάντων διακειμένων πρὸς τὴν ἀκρόασιν, φθέγγεται τὸ θηρίον τοῦτο προοίμιον σκοτεινόν τι καὶ τεθνηκὸς δειλίᾳ, καὶ μικρὸν προαγαγὼν ἄνω τῶν πραγμάτων, ἐξαίφνης ἐσίγησε καὶ διηπορήθη, τελευτῶν δὲ ἐκπίπτει ἐκ τοῦ λόγου. ἰδὼν δὲ αὐτὸν ὁ Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό τοῦτο Stephanus: τοῦτο οἴεσθαι MSS. τι πεπονθέναι, ἀλλʼ ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι, καὶ λέγειν ὡς προείλετο. ὁ δʼ ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδʼ ἀναλαβεῖν αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας ἐπιχειρήσας Weidner: the MSS. have λέγειν before or after ἐπιχειρήσας. ταὐτὸν ἔπαθεν. ὡς δʼ ἦν σιωπή, μεταστῆναι ἡμᾶς ὁ κῆρυξ ἐκέλευσεν.