πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις, λόγοις Baiter: λόγοις οἱ συμπρέσβεις MSS. ἀλλʼ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, λέγειν Taylor: λέγειν ἡμᾶς (or ὑμᾶς)τῶν συμπρέσβεων (or πρέσβεων) MSS. καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, ἐπηγγέλλετο Taylor: before ἐπηγγέλλετο the MSS. have ἔχειν ἀφθόνους or ἀφθόνους ἔχειν. καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δʼ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι. ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς πρὸς added by Reiske. ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον τὸν πρεσβύτατον πρῶτον Herwerden: τοὺς πρεσβυτάτους πρώτους MSS. λέγειν καὶ τοὺς λοιποὺς καθʼ ἡλικίαν· ἐτύγχανε δʼ ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσεκλήθημεν,—καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου τἀνθρώπου Markland: ἀνθρώπου MSS. φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατʼ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδʼ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδʼ ἐγγενής. ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθʼ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε, ἐλθόντες δʼ εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδόται. ὁ δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος, Many MSS. add οὐδʼ ὅθεν τὴν φωνὴν προΐεται (cp. § 88): Blass brackets. ὡς ὢν Ἀριστείδης, Ἀριστείδης ὁ τοὺς φόρους τάξας τοῖς Ἕλλησιν MSS., Blass: Scheibe and Weidner omit ὁ . . . Ἕλλησιν, as adapted from Aeschin. 3.258 . ὁ δίκαιος ἐπικαλούμενος, δυσχεραίνει καὶ καταπτύει δωροδοκίας. ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους, οὓς εἴπομεν ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως εἴρηκε Δημοσθένης, ἵνʼ ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. ἐπαινῶ δʼ εἰς ὑπερβολὴν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατηγορημένων, οὐχ ὑμᾶς, ἀλλʼ ἐμαυτὸν αἰτιάσομαι. ἐπειδὴ γὰρ οἱ πρεσβύτεροι ταῖς ἡλικίαις ὑπὲρ τῆς πρεσβείας εἰρήκεσαν, καὶ καθῆκεν εἰς ἡμᾶς ὁ λόγος, τὰ μὲν καθʼ ἕκαστα τῶν ἐκεῖ ῥηθέντων ὑπʼ ἐμοῦ, καὶ τοὺς πρὸς ταῦτα Φιλίππου Φιλίππου Weidner: before Φιλίππου the MSS. have λεχθέντας ὑπὸ or ῥηθέντας ὑπὸ. λόγους, ἐν τῷ δήμῳ σαφῶς ἀπήγγειλα πρὸς ἅπαντας Ἀθηναίους, νυνὶ δὲ πειράσομαι διὰ κεφαλαίων ὑμᾶς ὑπομιμνῄσκειν.