κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, καὶ πόλεμον ἐκ πολέμου πολιτευόμενοι, ἐν μὲν εἰρήνῃ τὰ δεινὰ τῷ λόγῳ προορώμενοι, καὶ τὰς ψυχὰς τὰς φιλοτίμους καὶ λίαν ὀξείας ἐρεθίζοντες, ἐν δὲ τοῖς πολέμοις ὅπλων οὐχ ἁπτόμενοι, ἐξετασταὶ δὲ καὶ ἀποστολεῖς γιγνόμενοι, παιδοποιούμενοι δὲ ἐξ ἑταιρῶν, ἄτιμοι δʼ ἐκ συκοφαντίας, εἰς τοὺς ἐσχάτους κινδύνους κινδύνους Baiter and Sauppe: the MSS. have ἡμῶν before κινδύνους or after πόλιν. τὴν πόλιν καθιστᾶσι, τὸ τὸ Bekker · καὶ τὸ MSS . μὲν τῆς δημοκρατίας ὄνομα οὐ τοῖς ἤθεσιν, ἀλλὰ τῇ κολακείᾳ θεραπεύοντες, καταλύοντες δὲ τὴν εἰρήνην, ἐξ ἧς ἡ δημοκρατία σῴζεται, συναγωνιζόμενοι δὲ τοῖς πολέμοις, ἐξ ὧν ὁ δῆμος καταλύεται. οὗτοι νῦν ἐπʼ ἐμὲ συστραφέντες ἥκουσι, καὶ φασὶ μὲν τὸν Φίλιππον τὴν εἰρήνην πρίασθαι, καὶ προλαβεῖν ἡμῶν ἐν ταῖς συνθήκαις ἅπαντα, ἣν δʼ αὐτὸς εὗρεν εἰρήνην αὑτῷ συμφέρουσαν, ταύτην παραβεβηκέναι. ἐμὲ δʼ οὐχ ὡς πρεσβευτὴν κρίνουσιν, ἀλλʼ ὡς ἐγγυητὴν Φιλίππου καὶ τῆς εἰρήνης· καὶ τὸν τῶν λόγων κύριον τὰς τῶν ἔργων προσδοκίας ἀπαιτοῦσι. τὸν αὐτὸν δὲ ἐν μὲν τοῖς ψηφίσμασιν ἐπαινέτην ἐπιδείκνυμι, ἐν δὲ τῷ δικαστηρίῳ κατηγόρῳ κέχρημαι. δέκατος δʼ αὐτὸς πρεσβεύσας, μόνος τὰς εὐθύνας δίδωμι. κἀμοὶ κἀμοὶ Hamaker · κἀμοὶ μὲν οἱ MSS . συνδεησόμενοι πάρεισιν ὑμῶν πατὴρ μέν, οὗ τὰς τοῦ γήρως ἐλπίδας μὴ ἀφέλησθε, ἀδελφοὶ δέ, οἳ διαζυγέντες ἐμοῦ ζῆν οὐκ ἂν προέλοιντο, κηδεσταὶ δὲ καὶ ταυτὶ τὰ μικρὰ παιδία καὶ τοὺς μὲν τοὺς μὲν Blass: the MSS. have μὲν after μικρὰ or after ταυτὶ ( one MS. omits). κινδύνους οὔπω συνιέντα, ἐλεινὰ δέ, εἴ τι συμβήσεται ἡμῖν παθεῖν. ὑπὲρ ὧν ἐγὼ δέομαι καὶ ἱκετεύω πολλὴν πρόνοιαν πρόνοιαν Blass ( Aldus): the MSS. have ὑμᾶς, ἡμῖν, or ἡμῶν before πρόνοιαν, or ἡυῶν after ποόνοιαν. ποιήσασθαι, καὶ μὴ τοῖς ἐχθροῖς αὐτοὺς μηδʼ ἀνάνδρῳ καὶ γυναικείῳ τὴν ὀργὴν ἀνθρώπῳ παραδοῦναι. παρακαλῶ δὲ καὶ ἱκετεύω σῶαί με πρῶτον μὲν τοὺς θεούς, δεύτερον δʼ ὑμᾶς τοὺς τῆς ψήφου κυρίους, οἷς ἐγὼ πρὸς ἕκαστον τῶν κατηγορημένων εἰς μνήμην εἶναι τὴν ἐμὴν ἀπολελόγημαι, καὶ δέομαι σῶσαί με καὶ μὴ τῷ λογογράφῳ καὶ Σκύθῃ παραδοῦναι, ὅσοι μὲν ὑμῶν πατέρες εἰσὶ παίδων ἢ νεωτέρους ἀδελφοὺς περὶ πολλοῦ ποιεῖσθε, ἀναμνησθέντες, ὅτι τὴν τῆς σωφροσύνης παράκλησιν διὰ τῆς περὶ Τίμαρχον κρίσεως ἀειμνήστως παρακέκληκα,