τὸν δὲ ἀγαθὸν σύμβουλον τί χρὴ ποιεῖν; οὐ τῇ πόλει πρὸς τὸ παρὸν τὰ βέλτιστα συμβουλεύειν; τὸν δὲ πονηρὸν κατήγορον τί; τί Hamaker: τί χρὴ λέγειν MSS. οὐ τοὺς καιροὺς ἀποκρυπτόμενον τῆς πράξεως κατηγορεῖν; τὸν δὲ ἐκ φύσεως προδότην πῶς χρὴ θεωρεῖν; ἆρά γε οὐχ ὡς σὺ τοῖς ἐντυγχάνουσι καὶ πιστεύσασι κέχρησαι, λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις; ἔγραψας λόγον Φορμίωνι τῷ τραπεζίτῃ χρήματα λαβών· τοῦτον ἐξήνεγκας Ἀπολλοδώρῳ τῷ περὶ τοῦ σώματος κρίνοντι Φορμίωνα. εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου· ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρʼ Ἀριστάρχου προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ· οὐ γὰρ προσδέχεται δίκαιος ἔρως πονηρίαν. ταῦτʼ ἐστὶν ὁ προδότης καὶ τὰ τούτοις ὅμοια. ἐμνήσθη δέ που περὶ στρατείας, καὶ καλὸν στρατιώτην ἐμὲ ὠνόμασεν. ἐγὼ δὲ οὐχ ἕνεκα τῆς τούτου βλασφημίας, ἀλλὰ τοῦ παρόντος κινδύνου προνοούμενος, καὶ περὶ τούτων ἀνεπίφθονον λέγειν εἶναί μοι νομίζω· ποῦ γὰρ ἢ πότε αὐτῶν ἢ πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι; ἐκ παίδων μὲν γὰρ ἀπαλλαγεὶς περίπολος τῆς χώρας ταύτης ἐγενόμην δύʼ ἔτη, καὶ τούτων ὑμῖν τοὺς συνεφήβους καὶ τοὺς ἄρχοντας ἄρχοντας Bekker: συνάρχοντας MSS. ἡμῶν μάρτυρας παρέξομαι· πρώτην δʼ ἐξελθὼν στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετὰ τῶν ἡλικιωτῶν καὶ τῶν Ἀλκιβιάδου ξένων τὴν εἰς Φλειοῦντα παραπομπήν, κινδύνου συμβάντος ἡμῖν περὶ τὴν Νεμεάδα καλουμένην χαράδραν, οὕτως ἠγωνισάμην, ὥστε ὑπὸ τῶν ἡγεμόνων ἐπαινεῖσθαι· καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους τὰς ἐν τοῖς ἐπωνύμοις καὶ τοῖς μέρεσιν ἐξῆλθον,