ἐπὶ πολλοῖς μὲν οὖν ἔγωγε τῶν κατηγορημένων ἠγανάκτησα, μάλιστα δὲ ἡνίκα ᾐτιᾶτό με εἶναι προδότην· ἅμα γὰρ ταῖς αἰτίαις ταύταις φανῆναί με ἔδει θηριώδη καὶ τὴν ψυχὴν ἄστοργον καὶ πολλοῖς ἑτέροις πρότερον ἁμαρτήμασι ἔνοχον. τοῦ μὲν οὖν ἐμοῦ βίου καὶ τῆς καθʼ ἡμέραν διαίτης ὑμᾶς δοκιμαστὰς ἱκανοὺς εἶναι νομίζω· ἃ δʼ ἐστὶ τοῖς μὲν πολλοῖς ἀσύνοπτα, τοῖς δὲ χρηστοῖς τὰς Ψυχὰς μέγιστα, τούτων ὑμῖν τὰ πλεῖστα καὶ καλῶς ἔχοντα ἐκ τῶν νόμων ὁρᾶν ἀναβιβῶμαι, ἵνʼ εἰδῆτε τὰς ἐμὰς παρακαταθήκας, ἃς οἴκοι καταλιπὼν εἰς Μακεδονίαν ἐπρέσβευσα. σὺ μὲν γάρ, μὲν γάρ Franke: μὲν or μὲν οὖν MSS. Δημόσθενες, ταῦτα ἐπλάσω ἐπʼ ἐμέ, ἐγὼ δʼ ὡς ἐπαιδεύθην καὶ δικαίως ἐξηγήσομαι. οὑτοσὶ μέν ἐστί μοι πατὴρ Ἀτρόμητος, σχεδὸν πρεσβύτατος τῶν πολιτῶν· ἔτη γὰρ ἤδη βεβίωκεν ἐνενήκοντα καὶ τέτταρα· συμβέβηκε δὲ αὐτῷ νέῳ μὲν ὄντι, πρὶν τὴν οὐσίαν ἀπολέσαι διὰ τὸν πόλεμον, ἀθλεῖν τῷ σώματι, ἐκπεσόντι δὲ ὑπὸ τῶν τριάκοντα στρατεύεσθαι μὲν ἐν τῇ Ἀσίᾳ, ἀριστεύειν δʼ ἐν τοῖς κινδύνοις, εἶναι δʼ ἐκ φρατρίας τὸ γένος ἣ τῶν αὐτῶν βωμῶν Ἐτεοβουτάδαις μετέχει, ὅθεν ἡ τῆς Ἀθηνᾶς τῆς Πολιάδος ἐστὶν ἱέρεια, συγκατάγειν δὲ τὸν δῆμον, ὥσπερ καὶ ὀλίγῳ πρότερον εἶπον. ἐλευθέρους δε μοι συμβέβηκεν εἶναι καὶ τοὺς πρὸς μητρὸς ἅπαντας, ἣ νῦν ἐμοὶ πρὸ τῶν ὀφθαλμῶν προφαίνεται φοβουμένη περὶ τῆς ἐμῆς σωτηρίας καὶ διηπορημένη. καίτοι, Δημόσθενες, ἡ μὲν ἐμὴ μήτηρ ἔφυγε μετὰ τοῦ ἀνδρὸς τοῦ ἀνδρὸς Cobet: τοῦ αὑτῆς (or τοῦ ἀνδρὸς αὐτῆς) MSS. εἰς Κόρινθον καὶ μετέσχε τῶν πολιτικῶν κακῶν· σὺ δὲ ὁ ὁ added by Bekker. ἀμφισβητῶν ἀνὴρ εἶναι, οὐ γὰρ ἂν τολμήσαιμι εἰπεῖν ὡς ἀνὴρ εἶ, ἐγράφης λιποταξίου, καὶ τὸν γραψάμενον Νικόδημον τὸν Ἀφιδναῖον χρήμασι πείσας ἐσώθης, ὃν ὕστερον μετὰ Ἀριστάρχου συναπέκτεινας, καὶ οὐ καθαρὸς ὢν εἰς τὴν ἀγορὰν ἐμβάλλεις. Φιλοχάρης δʼ οὑτοσί, ὁ πρεσβύτατος ἀδελφὸς ἡμῶν, οὐκ ἀγεννεῖς διατριβάς, ὡς σὺ βλασφημεῖς, βλασφημεῖς Cobet: the MSS. have ἔχων after βλασφημεῖς (or after ἀγεννεῖς). ἀλλʼ ἐν γυμνασίοις διατρίβων, καὶ μετὰ Ἰφικράτους συνεστρατευμένος, καὶ συνεχῶς ἔτος ἤδη τουτὶ τρίτον στρατηγῶν, ἥκει δεησόμενος ὑμῶν ἐμὲ σῶσαι. Ἀφόβητος δʼ οὑτοσί, ὁ νεώτατος ἡμῶν ἀδελφός, πεπρεσβευκὼς μὲν ὑπὲρ ὑμῶν ἀξίως τῆς πόλεως πρὸς τὸν Περσῶν βασιλέα, καλῶς δὲ καὶ δικαίως τῶν ὑμετέρων προσόδων ἐπιμεληθείς, ὅτε αὐτὸν ἐπὶ τὴν κοινὴν διοίκησιν εἵλεσθε, καὶ πεπαιδοποιημένος κατὰ τοὺς νόμους, ἀλλʼ οὐ Κνωσίωνι τὴν ἑαυτοῦ γυναῖκα παρακατακλίνων, ὥσπερ σύ, πάρεστι καταφρονῶν τῶν σῶν λοιδοριῶν· τὸ γὰρ ψευδὲς ὄνειδος οὐ περαιτέρω τῆς ἀκοῆς ἀφικνεῖται. ἐτόλμησας δὲ καὶ περὶ τῶν ἐμῶν κηδεστῶν εἰπεῖν· οὕτως ἀναιδὴς καὶ πόρρωθεν ἀχάριστος εἶ, ὃς Φιλόδημον τὸν Φίλωνος πατέρα καὶ Ἐπικράτους οὐκ ἀγαπᾶς οὐδὲ προσκυνεῖς, διʼ ὃν εἰς τοὺς δημότας ἐνεγράφης, ὡς ἴσασιν οἱ πρεσβύτεροι Παιανιέων. ἐκπέπληγμαι δέ, εἰ σὺ λοιδορεῖν Φίλωνα τολμᾷς, καὶ ταῦτα ἐν τοῖς ἐπιεικεστάτοις Ἀθηναίων, οἳ δεῦρο εἰσεληλύθασι δικάσοντες ἕνεκα τοῦ βελτίστου τῆς πόλεως, καὶ μᾶλλον προσέχουσι τοῖς βίοις ἡμῶν ἢ τοῖς λόγοις.