ταῦτα μὲν οὖν ὁ κατήγορος μεμηχάνηται, τὰ δʼ ἐν Φωκεῦσι διεφθάρη πράγματα πρῶτον μὲν διὰ τὴν τύχην, ἣ πάντων ἐστὶ κυρία, ἔπειτα διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τὸν δεκέτη πόλεμον. τὸ γὰρ αὐτὸ ηὔξησέ τε τῶν ἐν Φωκεῦσι τυράννων τὰ πράγματα καὶ καθεῖλε· κατέστησαν μὲν γὰρ εἰς τὴν ἀρχὴν τολμήσαντες τῶν ἱερῶν χρημάτων ἅψασθαι, καὶ διὰ ξένων τὰς πολιτείας μετέστησαν, κατελύθησαν δʼ ἀπορίᾳ χρημάτων, ἐπειδὴ κατεμισθοφόρησαν τὰ ὑπάρχοντα. τρίτον δʼ αὐτοὺς καθεῖλεν ἡ τοῖς ἀπορουμένοις στρατοπέδοις συνήθως παρακολουθοῦσα στάσις, τέταρτον δʼ ἡ Φαλαίκου περὶ τῶν μελλόντων ἔσεσθαι πραγμάτων ἄγνοια. ἡ μὲν γὰρ Θετταλῶν καὶ Φιλίππου στρατεία πρόδηλος ἦν, οὐ πολλῷ δὲ χρόνῳ πρότερον πρὶν τὴν πρὸς ὑμᾶς εἰρήνην γενέσθαι, πρέσβεις πρὸς ὑμᾶς ἦλθον ἐκ Φωκέων, βοηθεῖν αὑτοῖς κελεύοντες, καὶ ἐπαγγελλόμενοι παραδώσειν Ἀλπωνὸν καὶ Θρόνιον καὶ Νικαιαν, τὰ τῶν παρόδων τῶν εἰς Πύλας χωρία κύρια. ψηφισαμένων δʼ ὑμῶν παραδοῦναι Προξένῳ τῷ στρατηγῷ τοὺς Φωκέας ταῦτα τὰ χωρία, καὶ πεντήκοντα πληροῦν τριήρεις, καὶ τοὺς μέχρι τετταράκοντα ἐτῶν ἐτῶν Blass: ἔτη γεγονότας MSS. ἐξιέναι, ἀντὶ τοῦ παραδοῦναι τὰ χωρία Προξένῳ, ἔδησαν οἱ τύραννοι τοὺς πρέσβεις τοὺς ἐπηγγελμένους ἐπηγγελμένους Hamaker: ἐπαγγελλομένους or ἐπαγγειλαμένους MSS. ὑμῖν παραδώσειν τὰ φυλακτήρια, καὶ τοῖς σπονδοφόροις τοῖς τὰς μυστηριώτιδας σπονδὰς ἐπαγγέλλουσι μόνοι τῶν Ἑλλήνων Φωκεῖς οὐκ ἐσπείσαντο. καὶ πάλιν Ἀρχιδάμου τοῦ Λάκωνος παραλαμβάνειν ὄντος ἑτοίμου τὰ χωρία καὶ φυλάττειν, οὐκ ἐπείσθησαν, ἀλλʼ ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρʼ αὑτοῖς. αὑτοῖς Markland: αὐτοῖς MSS. κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλʼ ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες ἐπαγγέλλοντες Baiter and Sauppe: ἀπαγγέλλοντες MSS. μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφαινον ἀπέφαινον Blass: ἀπέφηναν MSS. Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου. Μαρτυρίαι. Ἐπιστολή ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων, καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων, προσδιαμαρτυρούντων Hamaker: προσδιαμαρτυρησάντων MSS. ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος ὁ τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δʼ ἐπίστευεν.