ὅτι δʼ οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθʼ ὧν συνεσίτουν, Ἀγλαοκρέων ὁ Τενέδιος καὶ Ἰατροκλῆς ὁ Πασιφῶντος, μεθʼ ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπʼ αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. καὶ τὸν μὲν λόγον, εἰ συγχωρεῖ συγχωρεῖ Scholiast: συγχωρήσει MSS. ὁ κατήγορος, καταλύω· παρέσται δὲ ὁ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι. κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων συσσίτων Baiter: συσσίτων βασανιζόμενοι MSS. γεγονέναι, μὴ φείσησθέ μου, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀναστάντες ἀποκτείνατε. ἐὰν δʼ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν. Μαρτυρία. Πρόκλησις ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδʼ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, διʼ ἣν ἠγρυπνοῦμεν γράφοντες. Ἐπιστολή ἀκούετε, ὦ ἄνδρες, ὅτι τοὺς ὅρκους ἀποδέδωκα, φησί, τοῖς ὑμετέροις πρέσβεσι, καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατʼ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δʼ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτʼ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθʼ ἡμέραν ἄνευ ἐμοῦ; ἀλλʼ ἔμοιγε νὴ τοὺς θεοὺς οὗτος οὗτος Blass: οὐτοσὶ MSS. δοκεῖ τοῦτο μόνον λογίζεσθαι, ὅπως μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν. φροντίζειν Dobree: φροντίζει MSS. τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος, οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις, εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸς ὑμᾶς, ἐν αἷς ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκες τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντες δὲ οἱ Φωκεῖς ἐμοὶ εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰς πόλεις τὰς αὑτῶν παρέδοσαν.