ἐπειδὴ δέ ποτʼ ἐπαύσατο καὶ σιωπὴ ἐγένετο, ἠναγκαζόμην ἐγὼ λέγειν μετὰ τοιαύτην ἀπαιδευσίαν καὶ κολακείας αἰσχρᾶς ὑπερβολήν. καὶ μικρὰ μὲν μὲν added by Bekker. προεῖπον ἐξ ἀνάγκης πρὸς τὴν προειρημένην κατὰ τῶν συμπρέσβεων ὑπʼ αὐτοῦ διαβολήν, λέγων ὅτι μέμψειαν ἡμᾶς Ἀθηναῖοι πρέσβεις οὐκ ἀπολογησομένους ἐν Μακεδονία περὶ ἡμῶν αὐτῶν, ἀλλʼ οἴκοθεν ἐκ τοῦ βίου δεδοκιμασμένους ἀξίους τῆς πόλεως εἶναι. βραχέα δʼ ὑπὲρ τῶν ὅρκων εἰπών, ἐφʼ οὓς ἥκομεν, ἥκομεν Cobet: ἥκομεν ἀποληψόμενοι MSS. καὶ περὶ τῶν ἄλλων ἃ προσετάξατε ὑμεῖς, διεξῄειν· ὁ γὰρ περιττὸς κἀν τοῖς λόγοις δεινὸς Δημοσθένης οὐδενὸς τῶν ἀναγκαίων ἐμνήσθη· καὶ δὴ καὶ περὶ τῆς εἰς Πύλας στρατείας εἶπον καὶ περὶ τῶν ἱερῶν καὶ περὶ Δελφῶν καὶ περὶ τῶν Ἀμφικτυόνων, καὶ μάλιστα μὲν Φίλιππον ἠξίουν μὴ μεθʼ ὅπλων, ἀλλὰ μετὰ ψήφου καὶ κρίσεως τἀκεῖ καθιστάναι, εἰ δʼ ἄρα μὴ δυνατὸν εἴη, (τοῦτο δʼ ἦν πρόδηλον· τὸ γὰρ στρατόπεδον παρῆν καὶ συνήθροιστο·) εἶπον, ὅτι τὸν μέλλοντα ὑπὲρ Ἑλληνικῶν ἱερῶν βουλεύεσθαι πολλὴν προσήκει πρόνοιαν ὑπὲρ εὐσεβείας ἔχειν, καὶ τοῖς περὶ τῶν πατρίων ἐγχειροῦσι διδάσκειν προσέχειν τὸν νοῦν. ἅμα δʼ ἐξ ἀρχῆς διεξῆλθον τὴν κτίσιν τοῦ ἱεροῦ καὶ τὴν πρώτην σύνοδον γενομένην τῶν Ἀμφικτυόνων, καὶ τοὺς ὅρκους αὐτῶν ἀνέγνων, ἐν οἷς ἔνορκον ἦν τοῖς ἀρχαίοις, μηδεμίαν πόλιν τῶν Ἀμφικτυονίδων ἀνάστατον ποιήσειν, μηδʼ ὑδάτων ναματιαίων εἴρξειν μήτʼ ἐν πολέμῳ μήτʼ ἐν εἰρήνῃ, ἐὰν δέ τις ταῦτα παραβῇ, στρατεύσειν ἐπὶ τοῦτον καὶ τὰς πόλεις ἀναστήσειν, καὶ ἐάν τις ἢ συλᾷ τὰ τοῦ θεοῦ, ἢ συνειδῇ τι, ἢ βουλεύσῃ τι κατὰ τῶν ἱερῶν, τιμωρήσειν καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πάσῃ δυνάμει· καὶ προσῆν τῷ ὅρκῳ ἀρὰ ἰσχυρά. τούτων δὲ ἀναγνωσθέντων ἀπεφηνάμην, ὅτι ἐμοὶ δοκεῖ δίκαιον εἶναι μὴ περιορᾶν κατεσκαμμένας τὰς ἐν Βοιωτοῖς πόλεις. ὅτι δʼ ἦσαν Ἀμφικτυονίδες καὶ ἔνορκοι, κατηριθμησάμην ἔθνη δώδεκα τὰ μετέχοντα τοῦ ἱεροῦ, Θετταλούς, Βοιωτούς, οὐ Θηβαίους μόνους, Δωριέας, Ἴωνας, Περραιβούς, Μάγνητας, Δόλοπας, Δόλοπας added by Tittmann. Λοκρούς, Οἰταίους, Φθιώτας, Μαλιέας, Φωκέας. καὶ τούτων ἔδειξα ἕκαστον ἔθνος ἰσόψηφον γιγνόμενον, τὸ μέγιστον τῷ ἐλαχίστῳ, τὸν ἥκοντα ἐκ Δωρίου καὶ Κυτινίου ἴσον δυνάμενον Λακεδαιμονίοις, δύο γὰρ ψήφους ἕκαστον φέρει ἔθνος, πάλιν ἐκ τῶν Ἰώνων τὸν Ἐρετριᾶ καὶ Πριηνέα τοῖς Ἀθηναίοις, καὶ τοὺς ἄλλους κατὰ ταὐτά.