ταῦτα δʼ ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις· συμπρέσβεις Cobet: συμπρέσβεις ἡμῶν MSS. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. ἦν δʼ οὖν παρʼ αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα· ἅνθρωπος ἅνθρωπος Sauppe: ἄνθρωπος MSS. οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός· ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις, τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτʼ ἀγαθὸν ὑπολαμβάνων εἶναι. πορεύεται Φίλιππος εἰς Πύλας, ἐγὼ δὲ ἐγκαλύπτομαι. οὐδείς με τῶν ὅπλων ἕνεκα τῶν Φιλίππου κρινεῖ, ἀλλʼ ὧν ἂν εἴπω τι μὴ δέον, ἢ πράξω τι τῶν μὴ προστεταγμένων. πέρας δὲ τοῦ πράγματος, ἐψηφίσαντο οἱ συμπρέσβεις, κατʼ ἄνδρα ἐπερωτώμενοι ἕκαστον ἐπερωτώμενοι ἕκαστον Cobet: ἐπερτώμενος ἕκαστος MSS. ἡμῶν ὅ τι νομίζοι νομίζοι Markland: νομίζει MSS. συμφέρειν, τοῦτο λέγειν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς συμπρέσβεις καὶ τὴν μαρτυρίαν αὐτῶν λέγε. Μαρτυρία ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, συνελέγησαν μὲν εἰς Πέλλαν αἱ πρεσβεῖαι, παρῆν δὲ ὁ Φίλιππος, καὶ τοὺς Ἀθηναίων πρέσβεις ὁ κῆρυξ ἐκάλει, πρῶτον μὲν παρῇμεν οὐ καθʼ ἡλικίαν, ὥσπερ ἐν τῇ προτέρᾳ πρεσβείᾳ, ὃ παρά τισιν εὐδοκίμει καὶ κόσμος εἶναι τῆς πόλεως ἐφαίνετο, ἀλλὰ κατὰ τὴν Δημοσθένους ἀναισχυντίαν. φάσκων γὰρ νεώτατος εἶναι πάντων, τὴν τάξιν τοῦ πρῶτος λέγειν οὐκ ἂν ἔφη παραλιπεῖν, οὐδʼ ἐπιτρέψειν τινί, αἰνιττόμενος εἰς ἐμέ, προκαταλαβόντα τὰ Φιλίππου ὦτα τοῖς ἄλλοις λόγον μὴ καταλιπεῖν. ἀρξάμενος δὲ τοῦ λέγειν, λέγειν Sauppe: πρῶτος λέγειν or λέγειν πρῶτος MSS. πρῶτον διαβολήν τινα ὑπειπὼν κατὰ τῶν συμπρέσβεων, ὡς οὐχ ἅπαντες ὑπὲρ τῶν αὐτῶν οὐδʼ ὅμοιοι ταῖς δόξαις ἥκοιμεν, διεξῄει τὰς ὑπηρεσίας τὰς ὑπηργμένας εἰς Φίλιππον αὐτῷ, πρώτην μὲν τὴν τῷ τὴν τῷ H. Wolf: τὴν ἐν τῷ MSS. ψηφίσματι τῷ Φιλοκράτους συνηγορίαν, ὅτε ἔφευγε παρανόμων ἐξεῖναι γράψας Φιλίππῳ πρέσβεις πρὸς Ἀθηναίους ὑπὲρ εἰρήνης πέμπειν· δεύτερον δὲ ὑπανέγνω τὸ ψήφισμα ὃ γεγραφὼς αὐτὸς ἦν, σπείσασθαι τῷ κήρυκι καὶ τῇ παρὰ Φιλίππου πρεσβεία, τρίτον δὲ τὸ περὶ τοῦ βουλεύσασθαι τὸν δῆμον ὑπὲρ εἰρήνης ἐν τακταῖς ἡμέραις. καὶ προσέθηκέ τι τοιοῦτον ἐνθύμημα τῷ λόγῳ, ὅτι πρῶτος ἐπιστομίσαι τοὺς τὴν εἰρήνην ἐκκλῄοντας, οὐ τοῖς λόγοις, ἀλλὰ τοῖς χρόνοις. ἔπειθʼ ἕτερον ἐπήγετο ψήφισμα, τὸ καὶ περὶ συμμαχίας βουλεύσασθαι τὸν δῆμον, καὶ μετὰ ταῦτʼ ἤδη τὸ περὶ τῆς προεδρίας τῆς εἰς τὰ Διονύσια τοῖς πρέσβεσι τοῖς Φιλίππου ψήφισμα.