ὡς δʼ ἦμεν ἐν Μακεδονίᾳ καὶ συνήλθομεν εἰς ταὐτόν, καὶ Φίλιππον ἐκ Θρᾴκης παρόντα κατειλήφεμεν, ἀνεγνώσθη μὲν τὸ ψήφισμα καθʼ ὃ ἐπρεσβεύομεν, καὶ τὰ προστεταγμένα ἡμῖν πρὸς τῷ τοὺς ὅρκους ἀπολαβεῖν συνηριθμούμεθα· ὡς δὲ οὐδεὶς ὑπὲρ τῶν μεγίστων ἐμέμνητο, ἀλλὰ περὶ πραγμάτων ἐλαττόνων τὴν διατριβὴν ἐποιοῦντο, εἶπον ἐγὼ λόγους, οὓς ἀναγκαῖόν ἐστι πρὸς ὑμᾶς ῥηθῆναι. καὶ πρὸς τῶν θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ καὶ τῆς κατηγορίας ἠκούσατε ὡς αὐτὸς ὁ κατήγορος ἐβούλετο εἰπεῖν, οὕτω καὶ τῆς ἀπολογίας εὐτάκτως ἀκούσατε, καὶ τὸν αὐτόν μοι τρόπον διαμείνατε, ὅνπερ ἐξ ἀρχῆς ἐν τοῖς προειρημένοις ἤδη λόγοις ἠκροᾶσθε. ὅπερ γὰρ καὶ ἀρτίως ὑπεθέμην, ὦ ἄνδρες Ἀθηναῖοι, εἶπον συνειλεγμένων τῶν πρέσβεων, ὅτι μοι δοκοῖεν τὸ μέγιστον πρόσταγμα τοῦ δήμου δεινῶς ἀγνοεῖν. τὸ μὲν γὰρ τοὺς ὅρκους ἀπολαβεῖν, καὶ περὶ τῶν ἄλλων διαλεχθῆναι, καὶ περὶ τῶν αἰχμαλώτων εἰπεῖν, κἂν εἰ τοὺς ὑπηρέτας ἔπεμψεν ἡ πόλις περιθεῖσα πίστιν αὐτοῖς, ἅπαντʼ ἂν πραχθῆναι νομίζω· τὸ δὲ ὑπὲρ τῶν ὅλων ὀρθῶς βουλεύσασθαι, ὅσα καθʼ ἡμᾶς ἐστιν ἢ Φίλιππον, τοῦτο ἤδη ἔργον ἐστὶ πρέσβεων φρονίμων. λέγω δέ, ἔφην ἐγώ, περὶ τῆς εἰς Πύλας στρατείας, ἣν ὁρᾶτε οὖσαν ἐν παρασκευῇ. ὅτι δὲ οὐ κακῶς στοχάζομαι περὶ τοῦ πράγματος, μεγάλα τούτων ὑμῖν σημεῖα δείξω. πάρεισι μὲν γὰρ Θηβαίων, ἥκουσι δὲ Λακεδαιμονίων πρέσβεις, ἀφίγμεθα δʼ ἡμεῖς ἔχοντες τοῦ δήμου ψήφισμα, ἐν ᾧ γέγραπται ʼπράττειν δὲ τοὺς πρέσβεις καὶ ἄλλʼ ὅ τι ἂν δύνωνται ἀγαθόν·ʼ ἅπαντες δὲ οἱ Ἕλληνες πρὸς τὸ μέλλον ἔσεσθαι βλέπουσιν. εἰ μὲν οὖν ἡγεῖτο ὁ δῆμος αὑτῷ καλῶς ἔχειν ἐξενεγκεῖν μετὰ παρρησίας παρρησίας Markland: παρρησίας ἐν τῷ ψηφίσματι MSS. πρὸς Φίλιππον, Θηβαίων μὲν περιελεῖν τὴν ὕβριν, Βοιωτῶν δὲ ἀναστῆσαι τὰ τείχη, ταῦτʼ ἂν ἠξίωσεν ἐν τῷ ψηφίσματι· νῦν δὲ αὑτοῖς μὲν κατέλιπον τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν, ἂν μὴ πείθωσιν, ἐν ἡμῖν δὲ ἀποκινδυνεύειν ᾠήθησαν δεῖν. δεῖ δὴ τοὺς πρὸς τὰ κοινὰ φιλοτιμουμένους μὴ κατέχειν μὲν ἑτέρων χώραν πρέσβεων, οὓς ἐξῆν πέμπειν ἀνθʼ ἡμῶν Ἀθηναίους, αὐτοὺς δὲ τὰς πρὸς Θηβαίους ἀπεχθείας φεύγειν, ὧν εἷς ὢν Ἐπαμεινώνδας, Ἐπαμεινώνδας Dobree: Ἐπαμεινώνδας στρατηγός MSS. οὐχ ὑποπτήξας τὸ τῶν Ἀθηναίων ἀξίωμα, εἶπε διαρρήδην ἐν τῷ πλήθει τῶν Θηβαίων, ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας.