δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐθελῆσαί μου μετʼ εὐνοίας ἀκοῦσαι λέγοντος, ὑπολογιζομένους τό τε μέγεθος τοῦ κινδύνου καὶ τὸ πλῆθος τῶν αἰτιῶν πρὸς ἂς ἀπολογήσασθαί με δεῖ, καὶ τὰς τέχνας καὶ τὰς κατασκευὰς τοῦ κατηγόρου καὶ τὴν ὠμότητα, ὃς ἐτόλμησε παρακελεύσασθαι πρὸς ἄνδρας ὀμωμοκότας τῶν ἀντιδίκων ὁμοίως ἀμφοτέρων ἀκούσεσθαι τοῦ κινδυνεύοντος φωνὴν μὴ ὑπομένειν. καὶ ταῦτʼ εἶπεν οὐ διʼ ὀργήν· οὐδεὶς γὰρ τῶν ψευδομένων τοῖς ἀδίκως διαβαλλομένοις ὀργίζεται, οὐδʼ οἱ τἀληθῆ λέγοντες κωλύουσι λόγου τυχεῖν τὸν φεύγοντα· οὐ γὰρ πρότερον ἡ κατηγορία παρὰ τοῖς ἀκούουσιν ἰσχύει, πρὶν ἂν ὁ φεύγων ἀπολογίας τυχὼν ἀδυνατήσῃ τὰς προειρημένας αἰτίας ἀπολύσασθαι. ἀλλʼ οἶμαι Δημοσθένης οὐ χαίρει δικαίοις λόγοις, οὐδʼ οὕτω παρεσκεύασται, ἀλλὰ τὴν ὑμετέραν ὀργὴν ἐκκαλέσασθαι βεβούληται. καὶ κατηγόρηκε δωροδοκίας, ἀπίθανος ὢν πρὸς τὴν ὑποψίαν ταύτην· τὸν γὰρ ἐπὶ ταῖς δωροδοκίαις προτρεπόμενον Weidner omits τοὺς δικαστὰς, which the MSS. have before or after προτρεπόμενον. ὀργίζεσθαι, αὐτὸν χρὴ τῶν τοιούτων ἔργων ἀπέχεσθαι. Most MSS. add πολύ, but in varying position. ἐμοὶ δέ, ἄνδρες Ἀθηναῖοι, συμβέβηκε τῆς Δημοσθένους ἀκούοντι κατηγορίας μήτε δεῖσαι πώποθʼ οὕτως ὡς ἐν τῇδε τῇ ἡμέρᾳ, μήτʼ ἀγανακτῆσαι μᾶλλον ἢ νῦν, μήτʼ εἰς ὑπερβολὴν ὁμοίως ἡσθῆναι. ἐφοβήθην μὲν γάρ, καὶ ἔτι καὶ νῦν τεθορύβημαι, μή τινες ὑμῶν ἀγνοήσωσί με ψυχαγωγηθέντες τοῖς ἐπιβεβουλευμένοις καὶ κακοήθεσι τούτοις ἀντιθέτοις· ἐξέστην δʼ ἐμαυτοῦ καὶ τὴν αἰτίαν βαρέως ἤνεγκα, ὅθʼ ὕβριν καὶ παροινίαν εἰς γυναῖκα ἐλευθέραν καὶ τὸ γένος Ὀλυνθίαν κατηγόρει· ἥσθην δέ, ὅτʼ αὐτὸν ἐπὶ τῆς αἰτίας ὄντα ταύτης ἐξεβάλλετε, καὶ τῶν σεσωφρονημένων ἐν τῷ βίῳ μοι χάριν ἀπειληφέναι νομίζω. ὑμᾶς μὲν οὖν ἐπαινῶ καὶ διαφερόντως ἀγαπῶ, ὅτι τῷ βίῳ μᾶλλον τῷ τῶν κρινομένων πιστεύετε, ἢ ταῖς παρὰ τῶν ἐχθρῶν αἰτίαις· αὐτὸς δʼ οὐκ ἂν ἀποσταίην τῆς πρὸς ταῦτʼ ἀπολογίας. εἰ γάρ τις ἢ τῶν ἔξωθεν περιεστηκότων πέπεισται, σχεδὸν δʼ οἱ πλεῖστοι τῶν πολιτῶν πάρεισιν, ἢ τῶν δικαζόντων ὑμῶν, ὡς ἐγὼ τοιοῦτόν τι διαπέπραγμαι, μὴ μόνον εἰς ἐλεύθερον σῶμα, ἀλλὰ καὶ εἰς τὸ τυχόν, ἀβίωτον εἶναί μοι τὸν λοιπὸν βίον νομίζω· κἂν μὴ προϊούσης τῆς ἀπολογίας ἐξελέγξω καὶ τὴν αἰτίαν οὖσαν ψευδῆ, καὶ τὸν τολμήσαντʼ εἰπεῖν ἀνόσιον καὶ συκοφάντην, κἂν τἆλλα πάντα μηδὲν ἀδικῶν φαίνωμαι, θανάτου τιμῶμαι.