καὶ ἀπεφέρετο εἰς τὸ καθʼ ἡμέραν ἔθος, ἐνταῦθα ἤδη ἐτράπετο ἐπὶ τὸ καταφαγεῖν τὴν πατρῴαν οὐσίαν. καὶ οὐ μόνον κατέφαγεν, ἀλλʼ εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, καὶ κατέπιεν. καὶ γὰρ οὐδὲ τῆς ἀξίας ἕκαστον τῶν κτημάτων ἀπέδοτο, οὐδʼ ἐδύνατʼ ἀναμένειν τὸ πλέον οὐδὲ τὸ λυσιτελοῦν, ἀλλὰ τοῦ ἤδη εὑρίσκοντος ἀπεδίδοτο· οὕτως ἠπείγετο σφόδρα πρὸς τὰς ἡδονάς. τούτῳ γὰρ κατέλιπεν ὁ πατὴρ οὐσίαν, ἀφʼ ἧς ἕτερος μὲν κἂν κἂν Cobet: ἂν καὶ or ἂν MSS. ἐλῃτούργει, οὗτος δὲ οὐδʼ αὑτῷ διαφυλάξαι ἐδυνήθη· οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δʼ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧν ἕκαστος τούτῳ δύʼ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, ὁ δʼ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον· ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, ἐνταῦθα μέντοι νὴ Δία σαφῶς πάνυ καὶ διαρρήδην ἐγὼ μαρτυροῦντας ὑμῖν τοὺς μάρτυρας παρέξομαι· οὐδεὶς γὰρ κίνδυνος, ὥσπερ ἐκεῖ, οὐδʼ αἰσχύνη πρόσεστιν οὐδεμία τῷ τἀληθῆ μαρτυροῦντι. τὴν μὲν γὰρ οἰκίαν τὴν ἐν ἄστει ἀπέδοθʼ οὗτος Ναυσικράτει τῷ κωμικῷ ποιητῇ, ὕστερον δʼ αὐτὴν ἐπρίατο παρὰ τοῦ Ναυσικράτους εἴκοσι μνῶν Κλεαίνετος ὁ χοροδιδάσκαλος· τὴν δʼ ἐσχατιὰν ἐπρίατο παρʼ αὐτοῦ Μνησίθεος ὁ Μυρρινούσιος, τόπον μὲν πολύν, δεινῶς δʼ ἐξηγριωμένον ὑπὸ τούτου· τὸ δʼ Ἀλωπεκῆσι χωρίον, ὃ ἦν ἄπωθεν τοῦ τείχους ἕνδεκα ἢ δώδεκα στάδια, ἱκετευούσης καὶ ἀντιβολούσης τῆς μητρός, ὡς ἐγὼ πυνθάνομαι, ἐᾶσαι καὶ μὴ ἀποδόσθαι, ἀλλʼ εἰ μή τι ἄλλο, ἐνταφῆναί γʼ γʼ added by Reiske. ὑπολιπεῖν αὑτῇ, οὐδὲ τούτου τοῦ χωρίου ἀπέσχετο, ἀλλὰ καὶ τοῦτʼ ἀπέδοτο δισχιλίων δραχμῶν. καὶ τῶν θεραπαινῶν καὶ τῶν οἰκετῶν οὐδένα κατέλιπεν, ἀλλʼ ἅπαντας πέπρακε. καὶ ταῦθʼ ὅτι οὐ ψεύδομαι, ἐγὼ μέν, ὡς κατέλιπεν αὐτῷ ὁ πατήρ, μαρτυρίας παρέξομαι, οὗτος δέ, εἰ μή φησι πεπρακέναι, τὰ σώματα τῶν οἰκετῶν ἐμφανῆ παρασχέτω. ὡς δὲ καὶ ἀργύριόν τισιν ἐδάνεισεν, ὃ κομισάμενος οὗτος ἀνήλωκε, μάρτυρα παρέξομαι Μεταγένην ὑμῖν τὸν Σφήττιον, ὃς ὠφείλησε μὲν ἐκείνῳ πλείους ἢ τριάκοντα μνᾶς, ὃ δʼ ἦν ὑπόλοιπον τελευτήσαντος τοῦ πατρός, τούτῳ ἀπέδωκεν ἑπτὰ μνᾶς. μνᾶς Franke: μνᾶς Τιμάρχῳ MSS. καί μοι κάλει Μεταγένην Σφήττιον. Σφήττιον Blass: τὸν Σφήττιον MSS. πασῶν δὲ πρώτην ἀνάγνωθι τὴν Ναυσικράτους μαρτυρίαν τοῦ τὴν οἰκίαν πριαμένου· καὶ τὰς ἄλλας ἁπάσας λαβὲ περὶ ὧν ἐμνήσθην ἐν τῷ αὐτῷ. τῷ αὐτῷ Sakorraphos: τῷ αὐτῷ λόγῳ MSS.