τίς γὰρ ἢ τῶν λωποδυτῶν ἢ τῶν μοιχῶν ἢ τῶν ἀνδροφόνων, ἢ τῶν τὰ μέγιστα μὲν ἀδικούντων, λάθρᾳ δὲ τοῦτο πραττόντων, δώσει δίκην; καὶ γὰρ τούτων οἱ μὲν ἐπʼ αὐτοφώρῳ ἁλόντες, ἐὰν ὁμολογῶσι, παραχρῆμα θανάτῳ ζημιοῦνται, οἱ δὲ λαθόντες καὶ ἔξαρνοι γιγνόμενοι κρίνονται ἐν τοῖς δικαστηρίοις, εὑρίσκεται δὲ ἡ ἀλήθεια ἐκ τῶν εἰκότων. χρήσασθε δὴ παραδείγματι τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, τῷ ἀκριβεστάτῳ συνεδρίῳ τῶν ἐν τῇ πόλει. πολλοὺς γὰρ ἤδη ἔγωγε τεθεώρηκα ἐν τῷ βουλευτηρίῳ τούτῳ εὖ πάνυ εἰπόντας καὶ μάρτυρας πορισαμένους ἁλόντας· ἤδη δέ τινας κακῶς πάνυ διαλεχθέντας καὶ πρᾶγμα ἀμάρτυρον ἔχοντας οἶδα νικήσαντας. οὐ γὰρ ἐκ τοῦ λόγου μόνον οὐδʼ ἐκ τῶν μαρτυριῶν, ἀλλʼ ἐξ ὧν αὐτοὶ συνίσασι καὶ ἐξητάκασι, τὴν ψῆφον φέρουσι. τοιγάρτοι διατελεῖ τοῦτο τὸ συνέδριον εὐδοκιμοῦν ἐν τῇ πόλει. τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμεῖς τὴν κρίσιν ταύτην ποιήσασθε. πρῶτον μὲν μηδὲν ὑμῖν ἔστω πιστότερον ὧν αὐτοὶ σύνιστε καὶ πέπεισθε περὶ Τιμάρχου τουτουί, τουτουί Bake: τούτου MSS ἔπειτα τὸ πρᾶγμα θεωρεῖτε μὴ ἐκ τοῦ παρόντος, ἀλλʼ ἐκ τοῦ παρεληλυθότος χρόνου. οἱ μὲν γὰρ ἐν τῷ παρεληλυθότι χρόνῳ λόγοι λεγόμενοι περὶ Τιμάρχου καὶ τῶν τούτου ἐπιτηδευμάτων διὰ τὴν ἀλήθειαν ἐλέγοντο, οἱ δʼ ἐν τῇδε τῇ ἡμέρᾳ ῥηθησόμενοι διὰ τὴν κρίσιν τῆς ὑμετέρας ἀπάτης ἕνεκα. ἀπόδοτε οὖν τὴν ψῆφον τῷ πλείονι χρόνῳ καὶ τῇ ἀληθείᾳ καὶ οἷς αὐτοὶ σύνιστε. καίτοι λογογράφος γέ τις φησίν, ὁ μηχανώμενος αὐτῷ αὐτῷ Sauppe: αὐτοῖς MSS. τὴν ἀπολογίαν, ἐναντία με λέγειν ἐμαυτῷ. οὐ γὰρ δὴ δοκεῖν δοκεῖν Cobet: δοκεῖ MSS. εἶναι αὐτῷ δυνατὸν τὸν αὐτὸν ἄνθρωπον πεπορνεῦσθαι καὶ τὰ πατρῷα κατεδηδοκέναι· τὸ μὲν γὰρ ἡμαρτηκέναι τι περὶ τὸ σῶμα παιδὸς εἶναί φησι, τὸ δὲ τὰ πατρῷα κατεδηδοκέναι ἀνδρός. ἔτι δὲ τοὺς καταισχύνοντας αὑτοὺς μισθούς φησι πράττεσθαι τοῦ πράγματος· ἀποθαυμάζων οὖν περιέρχεται καὶ τερατευόμενος κατὰ τὴν ἀγοράν, εἰ ὁ αὐτὸς πεπόρνευταί τε καὶ τὰ πατρῷα κατεδήδοκεν. εἰ δέ τις ἀγνοεῖ ταῦθʼ ὅπως ἔχει, ἐγὼ σαφέστερον αὐτὰ πειράσομαι διορίσαι τῷ λόγῳ. ἕως μὲν γὰρ ἀντήρκει ἡ τῆς ἐπικλήρου οὐσία ἣν Ἡγήσανδρος ὁ τοῦτον ἔχων ἔγημε, καὶ τὸ ἀργύριον ὃ ἦλθεν ἔχων ἐκ τῆς μετὰ Τιμομάχου ἀποδημίας, ἦσαν ἐπὶ πολλῆς ἀσελγείας καὶ ἀφθονίας· ἐπειδὴ δὲ ταῦτα μὲν ἀπωλώλει καὶ κατεκεκύβευτο καὶ κατωψοφάγητο, οὑτοσὶ δʼ ἔξωρος ἐγένετο, ἐδίδου δʼ εἰκότως οὐδεὶς ἔτι οὐδέν, ἡ δὲ βδελυρὰ φύσις καὶ ἀνόσιος ἀεὶ ἀεὶ Weidner: ἀεὶ τούτου or ἡ τούτου ἀεὶ MSS. τῶν αὐτῶν ἐπεθύμει, καὶ καθʼ ὑπερβολὴν ἀκρασίας ἕτερον ἐφʼ ἑτέρῳ ἐπίταγμα ἐπέταττε,