<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="76"><p>ἔτι ταῦτα μαντείας προσδεῖται; οὐκ εὔδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τὰ τηλικαῦτα ἐπιτάγματά τισιν ἐπιτάττοντα καὶ αὐτὸν ἀντὶ τούτων ἡδονάς τινας παρασκευάζειν τοῖς τὸ ἀργύριον προαναλίσκουσιν; οὐ γὰρ ἔχω, μὰ τὸν Δία τὸν Ὀλύμπιον, τίνα τρόπον εὐφημότερον μνησθῶ τῶν σοὶ καταγελάστως πεπραγμένων ἔργων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="77"><p rend="align(indent)">θεωρήσατε δέ, εἰ βούλεσθε, τὸ πρᾶγμα καὶ ἐκ πολιτικῶν τινων παραδειγμάτων, καὶ μάλιστα ἐκ τούτων ἃ νυνὶ μετὰ χεῖρας ἔχετε. γεγόνασι διαψηφίσεις ἐν τοῖς δήμοις, καὶ ἕκαστος ἡμῶν ψῆφον δέδωκε περὶ τοῦ σώματος, ὅστις Ἀθηναῖος ὄντως ἐστὶ καὶ ὅστις μή. καὶ ἔγωγε, ἐπειδὰν προσστῶ πρὸς τὸ δικαστήριον καὶ ἀκροάσωμαι τῶν ἀγωνιζομένων, ὁρῶ ὅτι ἀεὶ τὸ αὐτὸ παρʼ ὑμῖν ἰσχύει. ἐπειδὰν γὰρ εἴπῃ ὁ κατήγορος·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="78"><p><q rend="double">ἄνδρες δικασταί, τουτουὶ κατεψηφίσαντο οἱ δημόται ὀμόσαντες, οὐδενὸς ἀνθρώπων οὔτε κατηγορήσαντος οὔτε καταμαρτυρήσαντος, ἀλλʼ αὐτοὶ συνειδότες,</q> εὐθὺς θορυβεῖτε ὑμεῖς ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως· οὐδὲν γὰρ οἶμαι δοκεῖ προσδεῖσθαι ὑμῖν λόγου οὐδὲ μαρτυρίας, ὅσα τις σαφῶς οἶδεν αὐτός.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="79"><p rend="align(indent)">φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτʼ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δʼ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δʼ ἐκ τοῦ νόμου ἢ τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δὲ κῆρυξ οὑτοσὶ ὁ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· <q rend="double">τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή,</q> τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδʼ ὅτι κατέγνωτʼ ἂν αὐτοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0026.tlg001.perseus-grc2" n="80"><p>εἰ δή τις με ἔροιτο ὑμῶν· <q rend="double">σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα;</q> εἴποιμʼ ἄν· <q rend="double">διότι πεπαρρησίασθέ<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> πεπαρρησίασθε </foreign> Blass:  <foreign xml:lang="grc"> ἐπαρρησίασθε </foreign> MSS.</note> μοι καὶ διείλεχθε.</q> καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> οὗτος </foreign> Blass:  <foreign xml:lang="grc"> οὑτοσί </foreign> MSS.</note> ἀναβῇ ἐπὶ τὸ βῆμα·<note resp="Loeb" anchored="true" xml:lang="eng"> Weidner deletes <foreign xml:lang="grc"> ἐν τῷ δήμῳ </foreign> given by the MSS. before or after <foreign xml:lang="grc"> ἐπὶ τὸ βῆμα.</foreign></note> καὶ ἡ βουλή, ὅτε ἐβούλευε<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ἐβούλευε </foreign> Emperius:  <foreign xml:lang="grc"> ἐβούλευσε </foreign> MSS.</note> πέρυσιν. εἰ γὰρ μνησθείη<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc"> εἰ γὰρ μνησθείη </foreign> Blass:  <foreign xml:lang="grc"> ὅταν μνησθῇ </foreign> or <foreign xml:lang="grc"> ὅταν ἐμνήσθη </foreign> or <foreign xml:lang="grc"> ἢ ἐὰν μνησθῇ </foreign> MSS.</note> τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι<note resp="Loeb" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc"> ποι </foreign> Reiske:  <foreign xml:lang="grc"> που </foreign> MSS.</note> τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.</p></div></div></body></text></TEI>