ἔτι ταῦτα μαντείας προσδεῖται; οὐκ εὔδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τὰ τηλικαῦτα ἐπιτάγματά τισιν ἐπιτάττοντα καὶ αὐτὸν ἀντὶ τούτων ἡδονάς τινας παρασκευάζειν τοῖς τὸ ἀργύριον προαναλίσκουσιν; οὐ γὰρ ἔχω, μὰ τὸν Δία τὸν Ὀλύμπιον, τίνα τρόπον εὐφημότερον μνησθῶ τῶν σοὶ καταγελάστως πεπραγμένων ἔργων. θεωρήσατε δέ, εἰ βούλεσθε, τὸ πρᾶγμα καὶ ἐκ πολιτικῶν τινων παραδειγμάτων, καὶ μάλιστα ἐκ τούτων ἃ νυνὶ μετὰ χεῖρας ἔχετε. γεγόνασι διαψηφίσεις ἐν τοῖς δήμοις, καὶ ἕκαστος ἡμῶν ψῆφον δέδωκε περὶ τοῦ σώματος, ὅστις Ἀθηναῖος ὄντως ἐστὶ καὶ ὅστις μή. καὶ ἔγωγε, ἐπειδὰν προσστῶ πρὸς τὸ δικαστήριον καὶ ἀκροάσωμαι τῶν ἀγωνιζομένων, ὁρῶ ὅτι ἀεὶ τὸ αὐτὸ παρʼ ὑμῖν ἰσχύει. ἐπειδὰν γὰρ εἴπῃ ὁ κατήγορος· ἄνδρες δικασταί, τουτουὶ κατεψηφίσαντο οἱ δημόται ὀμόσαντες, οὐδενὸς ἀνθρώπων οὔτε κατηγορήσαντος οὔτε καταμαρτυρήσαντος, ἀλλʼ αὐτοὶ συνειδότες, εὐθὺς θορυβεῖτε ὑμεῖς ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως· οὐδὲν γὰρ οἶμαι δοκεῖ προσδεῖσθαι ὑμῖν λόγου οὐδὲ μαρτυρίας, ὅσα τις σαφῶς οἶδεν αὐτός. φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτʼ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δʼ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δʼ ἐκ τοῦ νόμου ἢ τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δὲ κῆρυξ οὑτοσὶ ὁ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή, τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδʼ ὅτι κατέγνωτʼ ἂν αὐτοῦ. εἰ δή τις με ἔροιτο ὑμῶν· σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα; εἴποιμʼ ἄν· διότι πεπαρρησίασθέ πεπαρρησίασθε Blass: ἐπαρρησίασθε MSS. μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος οὗτος Blass: οὑτοσί MSS. ἀναβῇ ἐπὶ τὸ βῆμα· Weidner deletes ἐν τῷ δήμῳ given by the MSS. before or after ἐπὶ τὸ βῆμα. καὶ ἡ βουλή, ὅτε ἐβούλευε ἐβούλευε Emperius: ἐβούλευσε MSS. πέρυσιν. εἰ γὰρ μνησθείη εἰ γὰρ μνησθείη Blass: ὅταν μνησθῇ or ὅταν ἐμνήσθη or ἢ ἐὰν μνησθῇ MSS. τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι ποι Reiske: που MSS. τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.