οὗτος ὁ Ἡγήσανδρος ἀφικνεῖται, ὃν ὑμεῖς ἴστε κάλλιον ἢ ἐγώ. ἔτυχε δὲ τότε συμπλεύσας εἰς Ἑλλήσποντον ταμίας Τιμομάχῳ τῷ Ἀχαρνεῖ τῷ στρατηγήσαντι, καὶ ἧκε δεῦρο ἀπολελαυκώς, ὡς λέγεται, τῆς ἐκείνου εὐηθείας, ἔχων οὐκ ἐλάττους ὀγδοήκοντα μνᾶς ἀργυρίου· καὶ τρόπον τινὰ οὐχ ἥκιστα αἴτιος ἐγένετο Τιμομάχῳ τῆς συμφορᾶς. ὢν δʼ ἐν τοιαύτῃ ἀφθονίᾳ καὶ εἰσφοιτῶν ὡς τὸν Πιττάλακον συγκυβευτὴν ὄντα, καὶ τοῦτον ἐκεῖ πρῶτον ἰδών, ἥσθη τε καὶ ἐπεθύμησε καὶ ἐβουλήθη ὡς αὑτὸν ἀναλαβεῖν, καὶ πως πως Cobet: πως ἴσως MSS. ἡγήσατο αὐτὸν ἐγγὺς εἶναι τῆς αὑτοῦ φύσεως. πρῶτον μὲν οὖν τῷ Πιτταλάκῳ διελέχθη δεόμενος παραδοῦναι τοῦτον· ὡς δʼ οὐκ ἔπειθεν, αὐτῷ τούτῳ προσβάλλει, καὶ οὐ πολὺν ἀνήλωσε λόγον, ἀλλʼ εὐθὺς ἐπεπείκει· καὶ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα δεινὴ ἡ ἀκακία καὶ εὐπειστία, εὐπειστία Reiske: εὐπιστία or ἀπιστία MSS. ὥστε καὶ ἐξ αὐτῶν τούτων εἰκότως ἂν μισοῖτο. ὡς δʼ ἀπήλλακτο μὲν παρὰ τοῦ Πιτταλάκου, ἀνείληπτο δὲ ὑπὸ τοῦ Ἡγησάνδρου, ὠδυνᾶτο, οἶμαι, ὁ Πιττάλακος, μάτην, ὥς γʼ ᾤετο, τοσοῦτον ἀργύριον ἀνηλωκώς, καὶ ἐζηλοτύπει τὰ γιγνόμενα. καὶ ἐφοίτα ἐπὶ τὴν οἰκίαν. ὅτε ὅτε Taylor: ὅτι MSS. δὲ αὐτοῖς ἠνώχλει, σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου καὶ Τιμάρχου· μεθυσθέντες γάρ ποτε καὶ αὐτοὶ καὶ ἄλλοι τινές, ὧν οὐ βούλομαι τὰ ὀνόματα λέγειν, εἰσπηδήσαντες νύκτωρ εἰς τὴν οἰκίαν οὗ ᾤκει ὁ Πιττάλακος, πρῶτον μὲν συνέτριβον τὰ σκευάρια καὶ διερρίπτουν εἰς τὴν ὁδόν, ἀστραγάλους τέ τινας διασείστους καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα, καὶ τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας, οὓς ἠγάπα ὁ τρισκακοδαίμων ἄνθρωπος, ἀπέκτειναν, τὸ δὲ τελευταῖον δήσαντες πρὸς τὸν κίονα αὐτὸν τὸν Πιττάλακον ἐμαστίγουν τὰς ἐξ ἀνθρώπων πληγὰς οὕτω πολὺν χρόνον, ὥστε καὶ τοὺς γείτονας αἰσθέσθαι τῆς κραυγῆς. τῇ δʼ ὑστεραίᾳ ὑπεραγανακτήσας τῷ πράγματι ὁ Πιττάλακος ἔρχεται γυμνὸς εἰς τὴν ἀγοράν, καὶ καθίζει ἐπὶ τὸν βωμὸν τὸν τῆς μητρὸς τῶν θεῶν. ὄχλου δὲ συνδραμόντος, οἷον εἴωθε γίγνεσθαι, φοβηθέντες ὅ τε Ἡγήσανδρος καὶ ὁ Τίμαρχος μὴ ἀνακηρυχθῇ αὐτῶν ἡ βδελυρία εἰς πᾶσαν τὴν πόλιν (ἐπῄει δὲ ἐκκλησία), θέουσι πρὸς τὸν βωμὸν καὶ αὐτοὶ καὶ τῶν συγκυβευτῶν τινες,