εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχος οὑτοσὶ διέμεινε παρὰ τῷ Μισγόλᾳ καὶ μηκέτι ὡς ἄλλον ἧκε, μετριώτερʼ ἂν διεπέπρακτο, εἰ δή τι τῶν τοιούτων ἐστὶ μέτριον, καὶ ἔγωγε οὐκ ἂν ἐτόλμησα ἐτόλμησα Reiske: ὤκνησα MSS. αὐτὸν οὐδὲν αἰτιᾶσθαι ἄλλʼ ἄλλʼ added by Sakorraphos. ἢ ὅπερ ὁ νομοθέτης παρρησιάζεται, ἡταιρηκέναι μόνον· ὁ γὰρ πρὸς ἕνα τοῦτο πράττων, ἐπὶ μισθῷ δὲ τὴν πρᾶξιν ποιούμενος, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι. ἐὰν δʼ ὑμᾶς ἀναμνήσας ἐπιδείξω, ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον, αὐτοὺς δὲ αὐτοὺς δὲ added by Sakorraphos: καὶ ἐπιδείξω αὐτοὺς MSS. λέγων ὧν ἐν ταῖς οἰκίαις ἀνειλημμένος γέγονε, μὴ μὴ Blass, following an ancient quotation: καὶ μὴ MSS. μόνον παρὰ τῷ Μισγόλᾳ μεμισθαρνηκότα αὐτὸν ἐπὶ τῷ σώματι, ἀλλὰ καὶ παρʼ ἑτέρῳ καὶ πάλιν παρʼ ἄλλῷ, καὶ παρὰ τούτου ὡς ἕτερον ἐληλυθότα, οὐκέτι δήπου φανεῖται φανεῖται Cobet: φαίνεται MSS. μόνον ἡταιρηκώς, ἀλλὰ (μὰ τὸν Διόνυσον οὐκ οἶδʼ ὅπως δυνήσομαι περιπλέκειν ὅλην τὴν ἡμέραν) καὶ πεπορνευμένος· ὁ γὰρ εἰκῇ τοῦτο καὶ πρὸς πολλοὺς πράττων καὶ μισθοῦ, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι. ἐπειδὴ τοίνυν ὁ Μισγόλας τῇ τε δαπάνῃ ἀπεῖπε καὶ τοῦτον ἐξέπεμψε παρʼ ἑαυτοῦ, μετὰ τοῦτο μετὰ τοῦτο Blass, first ed. (Blass brackets in second ed): μετὰ τοῦτον MSS. ἀναλαμβάνει αὐτὸν Ἀντικλῆς Καλλίου Εὐωνυμεύς. οὗτος μὲν οὖν ἄπεστιν ἐν Σάμῳ μετὰ τῶν κληρούχων· ἀλλὰ τὰ μετὰ ταῦτα ἐρῶ. ὡς γὰρ ἀπηλλάγη παρὰ τοῦ Ἀντικλέους καὶ τοῦ Μισγόλα Τίμαρχος οὑτοσί, οὐκ ἐνουθέτησεν ἑαυτόν, οὐδὲ βελτιόνων διατριβῶν ἥψατο, ἀλλὰ διημέρευεν ἐν τῷ κυβείῳ, οὗ ἡ τηλία τίθεται καὶ τοὺς ἀλεκτρυόνας συμβάλλουσιν καὶ κυβεύουσιν· ἤδη γὰρ οἶμαί τινας ὑμῶν ἑωρακέναι, εἰ δὲ μή, ἀλλʼ ἀκηκοέναι γε. τῶν δὲ ἐκ τῆς διατριβῆς ταύτης ἐστί τις Πιττάλακος, ἄνθρωπος δημόσιος οἰκέτης τῆς πόλεως. οὗτος εὐπορῶν ἀργυρίου καὶ ἰδὼν τοῦτον ἐν τῇ διατριβῇ, ἀνέλαβεν αὐτὸν καὶ ἔσχε παρʼ ἑαυτῷ. καὶ ταῦτʼ οὐκ ἐδυσχέρανεν ἐδυσχέρανεν Blass: ἐδυσχέραινεν MSS. ὁ μιαρὸς οὑτοσί, μέλλων ἑαυτὸν καταισχύνειν πρὸς ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως· ἀλλʼ εἰ λήψεται χορηγὸν τῇ βδελυρίᾳ τῇ ἑαυτοῦ, τοῦτο μόνον ἐσκέψατο, τῶν δὲ καλῶν ἢ τῶν αἰσχίστων οὐδεμίαν πώποτε πρόνοιαν ἐποιήσατο. καὶ τοιαῦτα ἁμαρτήματα καὶ τοιαύτας ὕβρεις ἐγὼ ἀκήκοα γεγονέναι ὑπὸ τοῦ ἀνθρώπου τούτου εἰς τὸ σῶμα τὸ Τιμάρχου, οἵας ἐγὼ μὰ τὸν Δία τὸν Ὀλύμπιον οὐκ ἂν τολμήσαιμι πρὸς ὑμᾶς εἰπεῖν· ἃ γὰρ οὑτοσὶ ἔργῳ πράττων οὐκ ᾐσχύνετο, ταῦτʼ ἐγὼ λόγῳ σαφῶς ἐν ὑμῖν εἰπὼν οὐκ ἂν δεξαίμην δεξαίμην Cobet: ἐδεξάμην MSS. ζῆν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τούτους ἐν οἷς οὗτος ἦν παρὰ τῷ Πιτταλάκῳ, καταπλεῖ δεῦρο ἐξ Ἑλλησπόντου Ἡγήσανδρος, περὶ οὗ πάλαι εὖ οἶδʼ ὅτι θαυμάζετε διότι οὐ μέμνημαι· οὕτως ἐναργές ἐστιν ὃ ἐρῶ.