ἐὰν μὲν οὖν ἐθελήσῃ ὁ Μισγόλας δεῦρο παρελθὼν τἀληθῆ μαρτυρεῖν, τὰ δίκαια ποιήσει· ἐὰν δὲ προαιρῆται ἐκκλητευθῆναι μᾶλλον ἢ τἀληθῆ μαρτυρεῖν, ὑμεῖς τὸ ὅλον πρᾶγμα συνίδετε. εἰ γὰρ ὁ μὲν πράξας αἰσχυνεῖται καὶ προαιρήσεται χιλίας μᾶλλον δραχμὰς ἀποτεῖσαι τῷ δημοσίῳ, ὥστε μὴ δεῖξαι τὸ πρόσωπον τὸ ἑαυτοῦ ὑμῖν, ὁ δὲ πεπονθὼς δημηγορήσει, σοφὸς ὁ νομοθέτης ὁ τοὺς οὕτω βδελυροὺς ἐξείργων ἀπὸ τοῦ βήματος. ἐὰν δʼ ἄρα ὑπακούσῃ μέν, τράπηται δὲ ἐπὶ τὸ ἀναιδέστατον, ἐπὶ τὸ ἐξόμνυσθαι τὰς ἀληθείας, ὡς Τιμάρχῳ μὲν χάριτας ἀποδιδούς, ἑτέροις δʼ ἐπίδειξιν ποιούμενος ὡς εὖ ἐπίσταται τὰ τοιαῦτα συγκρύπτειν, πρῶτον μὲν εἰς ἑαυτὸν ἐξαμαρτήσεται, ἔπειτα οὐδὲν ἔσται ἔσται Weidner: ἔστʼ αὐτῷ or αὐτῷ ἔσται MSS. πλέον. ἑτέραν γὰρ ἐγὼ γέγραφα μαρτυρίαν τοῖς εἰδόσι Τίμαρχον τουτονὶ καταλιπόντα τὴν πατρῴαν οἰκίαν καὶ διαιτώμενον παρὰ Μισγόλα, πρᾶγμα οἶμαι χαλεπὸν ἐξεργάσασθαι ἐπιχειρῶν· οὔτε γάρ με δεῖ τοὺς ἐμαυτοῦ φίλους μάρτυρας παρασχέσθαι, οὔτε τοὺς τούτων ἐχθρούς, οὔτε τοὺς μηδετέρους ἡμῶν γιγνώσκοντας, ἀλλὰ τοὺς τούτων φίλους. ἂν δʼ ἄρα καὶ τούτους πείσωσι μὴ μαρτυρεῖν, ὡς οὐκ οἴομαι· εἰ δὲ μή, ἀλλʼ οὐχ ἅπαντάς γε· ἅπαντάς γε Blass, transposing γε, which some MSS. have after οἴομαι. ἐκεῖνό γε οὐ μήποτε δυνήσονται, οὐ μήποτε δυνήσονται Emperius: οὐδὲ μήποτε δύνωνται ( or δυνήσονται) or οὐδέποτε δυνήσονται MSS. ἀφελέσθαι τὴν ἀλήθειαν, οὐδὲ τὴν ἐν τῇ πόλει περὶ Τιμάρχου φήμην, ἣν οὐκ ἐγὼ τούτῳ παρεσκεύασα, ἀλλʼ αὐτὸς οὗτος ἑαυτῷ. οὕτω γὰρ χρὴ καθαρὸν εἶναι τὸν βίον τοῦ σώφρονος ἀνδρός, ὥστε μηδʼ ἐπιδέχεσθαι δόξαν αἰτίας πονηρᾶς. βούλομαι δὲ κἀκεῖνο προειπεῖν, ἐὰν ἄρα ὑπακούσῃ ὁ Μισγόλας τοῖς νόμοις καὶ ὑμῖν. εἰσὶ φύσεις ἀνθρώπων πολὺ διαφέρουσαι ὀφθῆναι τῶν ἄλλων τὰ περὶ τὴν ἡλικίαν· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πολὺν ἀριθμὸν χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δʼ ἐστὶ τῶν ἀνδρῶν ὁ Μισγόλας. τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος· καὶ ἐγὼ μὲν τοσαυτασὶ πολιὰς ἔχω ὅσας ὑμεῖς ὁρᾶτε, ἀλλʼ οὐκ ἐκεῖνος. διὰ τί οὖν ταῦτα προλέγω; ἵνα μὴ ἐξαίφνης αὐτὸν ἰδόντες θαυμάσητε καὶ τοιοῦτόν τι τῇ διανοίᾳ ὑπολάβητε· ὦ Ἡράκλεις, ἀλλʼ οὗτός γε τούτου οὐ πολὺ διαφέρει. ἅμα μὲν γὰρ ἡ φύσις ἐστὶ τοιαύτη τοῦ ἀνδρός, ἅμα δὲ ἤδη μειρακίῳ ὄντι αὐτῷ ἐπλησίαζεν. ἵνα δὲ μὴ διατρίβω, πρῶτον μὲν κάλει μοι τοὺς εἰδότας Τίμαρχον τουτονὶ διαιτώμενον ἐν τῇ Μισγόλα οἰκίᾳ, ἔπειτα τὴν Φαίδρου μαρτυρίαν ἀναγίγνωσκε, τελευταίαν δέ μοι λαβὲ τὴν αὐτοῦ Μισγόλα μαρτυρίαν, ἐὰν ἄρα ἐὰν ἄρα Dahms: ἵνα MSS. καὶ τοὺς θεοὺς δεδιὼς καὶ τοὺς συνειδότας αἰσχυνόμενος καὶ τοὺς ἄλλους πολίτας καὶ ὑμᾶς τοὺς δικαστὰς ἐθελήσῃ τἀληθῆ μαρτυρεῖν. Μαρτυρίαι [Μισγόλας Νικίου Πειραιεὺς μαρτυρεῖ. ἐμοὶ ἐγένετο ἐν συνηθείᾳ Τίμαρχος ὁ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου ποτὲ καθεζόμενος, καὶ κατὰ τὴν γνῶσίν μου μου Bernardi: μοι MSS. τὴν πρότερον πρότερον Emperius: πρὸς MSS. αὐτὸν πολυωρῶν εἰς τὴν νῦν οὐ διέλιπον.]