τῶν μὲν οὖν νόμων ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εὖ οἶδʼ ὅτι δοκοῦσιν ὑμῖν καλῶς ἔχειν. τούτους μέντοι τοὺς νόμους εἶναι χρησίμους ἢ ἀχρήστους ἐφʼ ὑμῖν ἐστιν· ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δʼ ἀφιῆτε, καλοὶ μέν, κύριοι δὲ οὐκέτι. βούλομαι δέ, ὥσπερ ὑπεθέμην, ὑπεθέμην Weidner: the MSS. have ἀρχόμενος τοῦ λόγου before or after ὑπεθέμην. ἐπειδὴ περὶ τῶν νόμων εἴρηκα, πάλιν τὸ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου, ἵνʼ εἰδῆτε ὅσον διαφέρουσι τῶν νόμων τῶν ὑμετέρων. δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, συγγνώμην ἔχειν, ἐὰν ἀναγκαζόμενος λέγειν περὶ ἐπιτηδευμάτων φύσει μὲν μὴ καλῶν, τούτῳ δὲ πεπραγμένων, ἐξαχθῶ τι ῥῆμα εἰπεῖν ὅ ἐστιν ὅμοιον τοῖς ἔργοις τοῖς Τιμάρχου. οὐδὲ γὰρ ἂν δικαίως ἐμοὶ ἐπιτιμήσαιτε, εἴ τι σαφῶς εἴποιμι διδάσκειν ὑμᾶς βουλόμενος, ἀλλὰ πολὺ μᾶλλον τούτῳ, εἰ αἰσχρῶς οὕτω τυγχάνει βεβιωκώς, ὥστε τὸν τὰ τούτῳ πεπραγμένα διεξιόντα ἀδύνατον εἶναι εἰπεῖν ὡς αὐτὸς βούλεται, ἐὰν μή τι καὶ τῶν τοιούτων φθέγξηται ῥημάτων. εὐλαβήσομαι δʼ αὐτὸ ποιεῖν ὡς ἂν δύνωμαι μάλιστα. σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς μετρίως μέλλω προσφέρεσθαι Τιμάρχῳ τουτῳί. ἐγὼ γάρ, ὅσα μὲν παῖς ὢν εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἡμάρτηκεν, ἀφίημι, καὶ ἔστω ταῦτα ὥσπερ τὰ ἐπὶ τῶν τριάκοντα ἢ τὰ πρὸ Εὐκλείδου, ἢ εἴ τις ἄλλη πώποτε τοιαύτη ἐγένετο προθεσμία· ἃ δὲ ἤδη φρονῶν καὶ μειράκιον ὢν καὶ τοὺς νόμους ἐπιστάμενος τοὺς τῆς πόλεως διαπέπρακται, περὶ τούτων ἐγώ τε ἐγώ τε Emperius: ἔγω γε MSS. τὰς κατηγορίας ποιήσομαι, καὶ ὑμᾶς ἐπʼ αὐτοῖς ἀξιῶ σπουδάζειν. οὗτος γὰρ πάντων μὲν πρῶτον, ἐπειδὴ ἀπηλλάγη ἐκ παίδων, ἐκάθητο ἐν Πειραιεῖ ἐπὶ τοῦ Εὐθυδίκου ἰατρείου, προφάσει μὲν τῆς τέχνης μαθητής, τῇ δʼ ἀληθείᾳ πωλεῖν αὑτὸν προῃρημένος, ὡς αὐτὸ τοὖργον ἔδειξεν. ὅσοι μὲν οὖν τῶν ἐμπόρων ἢ τῶν ἄλλων ξένων ἢ τῶν πολιτῶν τῶν ἡμετέρων κατʼ ἐκείνους τοὺς χρόνους ἐχρήσαντο τῷ σώματι τῷ τῷ added by Blass. Τιμάρχου, ἑκὼν καὶ τούτους ὑπερβήσομαι, ἵνα μή τις εἴπῃ ὡς ἄρα λίαν ἀκριβολογοῦμαι ἅπαντα· ὧν δʼ ἐν ταῖς οἰκίαις γέγονε καταισχύνων τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πόλιν, μισθαρνῶν ἐπʼ αὐτῷ τούτῳ ὃ ἀπαγορεύει ὁ νόμος μὴ πράττειν ἢ μηδὲ δημηγορεῖν, περὶ τούτων ποιήσομαι τοὺς λόγους.