Νόμος [ἐάν τις Ἀθηναῖος ἑταιρήσῃ, μὴ ἐξέστω αὐτῷ τῶν ἐννέα ἀρχόντων γενέσθαι, μηδʼ ἱερωσύνην ἱερώσασθαι, μηδὲ συνδικῆσαι τῷ δήμῳ, μηδὲ ἀρχὴν ἀρχέτω μηδεμίαν, μήτε ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴν μήτε χειροτονητήν, μηδʼ ἐπὶ κηρυκείαν ἀποστελλέσθω, μηδὲ γνώμην λεγέτω, μηδʼ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσίτω, μηδʼ ἐν ταῖς κοιναῖς στεφανηφορίαις στεφανούσθω, μηδʼ ἐντὸς τῆς ἀγορᾶς τῶν περιρραντηρίων πορευέσθω. ἐὰν δέ τις παρὰ παρὰ added by Reiske. ταῦτα ποιῇ, καταγνωσθέντος αὐτοῦ ἑταιρεῖν, θανάτῳ ζημιούσθω.] τοῦτον μὲν τὸν νόμον ἔθηκε περὶ τῶν μειρακίων τῶν προχείρως εἰς τὰ ἑαυτῶν σώματα ἐξαμαρτανόντων· οὓς δὲ ὀλίγῳ πρότερον ὑμῖν ἀνέγνω, περὶ τῶν παίδων· οὓς δὲ νυνὶ μέλλω λέγειν, περὶ τῶν ἄλλων Ἀθηναίων. ἀπαλλαγεὶς γὰρ τῶν νόμων τούτων ἐσκέψατο, τίνα χρὴ τρόπον συλλεγομένους ἡμᾶς εἰς τὰς ἐκκλησίας βουλεύεσθαι περὶ τῶν σπουδαιοτάτων πραγμάτων. καὶ πόθεν ἄρχεται; νόμοι, φησί, περὶ εὐκοσμίας. ἀπὸ σωφροσύνης πρῶτον ἤρξατο, Sakorraphos considers the words ἀπὸ . . . ἤρξατο an unquestionable interpolation. ὡς, ὅπου πλείστη εὐκοσμία ἐστί, ταύτην ἄριστα τὴν πόλιν οἰκησομένην. καὶ πῶς κελεύει τοὺς προέδρους χρηματίζειν; ἐπειδὰν τὸ καθάρσιον περιενεχθῇ καὶ ὁ κῆρυξ τὰς πατρίους εὐχὰς εὔξηται, προχειροτονεῖν κελεύει τοὺς προέδρους περὶ ἱερῶν τῶν πατρίων καὶ κήρυξι καὶ πρεσβείαις καὶ ὁσίων, καὶ μετὰ ταῦτα ἐπερωτᾷ ὁ κῆρυξ· τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων; ἐπειδὰν δὲ οὗτοι πάντες εἴπωσι, τότʼ ἤδη κελεύει λέγειν τῶν ἄλλων Ἀθηναίων τὸν βουλόμενον, οἷς ἔξεστιν. σκέψασθε δὴ ὡς καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι. οὐκ ἠγνόει οἶμαι ὁ νομοθέτης ὅτι οἱ πρεσβύτεροι τῷ μὲν εὖ φρονεῖν ἀκμάζουσιν, ἡ δὲ τόλμα ἤδη αὐτοὺς ἄρχεται ἐπιλείπειν διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων. βουλόμενος δὴ συνεθίσαι τοὺς ἄριστα φρονοῦντας, τούτους ἐπάναγκες περὶ τῶν πραγμάτων λέγειν, ἐπειδὴ ὀνομαστὶ ὀνομαστὶ Reiske: ὀνόματι MSS. αὐτῶν ἕνα ἕκαστον ἀπορεῖ προσειπεῖν, τῇ ἐπωνυμίᾳ τῇ ἐπωνυμία Blass: τὴν ( or τὴν κοινὴν) ἐπωνυμίαν MSS. τῆς ὅλης ἡλικίας περιλαβὼν περιλαβὼν Blass (Emperius): ὑπολαβὼν ( or ἀπο-) MSS. παρακαλεῖ ἐπὶ τὸ βῆμα καὶ προτρέπει δημηγορεῖν. ἅμα δὲ καὶ τοὺς νεωτέρους διδάσκει αἰσχύνεσθαι τοὺς πρεσβυτέρους, καὶ πάνθʼ ὑστέρους πράττειν, καὶ τιμᾶν τὸ γῆρας, εἰς ὃ πάντες ἀφιξόμεθα, ἐὰν ἄρα διαγενώμεθα. καὶ οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς καὶ ὁ Ἀριστείδης, ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Τιμάρχῳ τουτῳί, The MSS. have ὁ δίκαιος ἐπικαλούμενος (who was called The Just) before ὥστε. Blass brackets, after Scheibe. The phrase ὁ τὴν . . . τουτῳί may also be an interpolation, both phrases being perhaps adapted on the model of iii. 181. ὥστε ὃ νυνὶ πάντες ἐν ἔθει πράττομεν, τὸ τὴν χεῖρα ἔξω ἔχοντες λέγειν, τότε τοῦτο θρασύ τι ἐδόκει εἶναι, καὶ εὐλαβοῦντο αὐτὸ πράττειν. μέγα δὲ πάνυ τούτου σημεῖον ἔργῳ ὑμῖν οἶμαι ἐπιδείξειν. εὖ γὰρ οἶδʼ ὅτι πάντες ἐκπεπλεύκατε εἰς Σαλαμῖνα καὶ τεθεωρήκατε τὴν Σόλωνος εἰκόνα, καὶ αὐτοὶ μαρτυρήσαιτʼ ἂν ὅτι ἐν τῇ ἀγορᾷ τῇ Σαλαμινίων ἀνάκειται ὁ Σόλων ἐντὸς τὴν χεῖρα ἔχων. τοῦτο δʼ τοῦτο δʼ Blass, after an ancient quotation: τοῦτο MSS. ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπόμνημα καὶ μίμημα τοῦ Σόλωνος σχήματος, ὃν τρόπον ἔχων αὐτὸς διελέγετο τῷ δήμῳ τῶν Ἀθηναίων.