ἀλλʼ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν ἡγεῖσθαι, ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτʼ εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει, ταῦτά ἐστιν ἑκάστῳ Ποινή, ταῦτα παρακελεύεται σφάττειν τοὺς πολίτας, ὑπηρετεῖν τοῖς τυράννοις, συγκαταλύειν τὸν δῆμον. οὐ γὰρ τὴν αἰσχύνην οὐδʼ ἃ πείσονται λογίζονται, ἀλλʼ ἐφʼ οἷς κατορθώσαντες εὐφρανθήσονται, τούτοις κεκήληνται. ἐξαιρεῖτʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς τοιαύτας φύσεις, καὶ τὰ τῶν νέων ζηλώματα ἐπʼ ἀρετὴν προτρέψεσθε. προτρέψεσθε Cobet: προτρέψασθε MSS.