ἀλλʼ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν ἡγεῖσθαι, ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτʼ εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει, ταῦτά ἐστιν ἑκάστῳ Ποινή, ταῦτα παρακελεύεται σφάττειν τοὺς πολίτας, ὑπηρετεῖν τοῖς τυράννοις, συγκαταλύειν τὸν δῆμον. οὐ γὰρ τὴν αἰσχύνην οὐδʼ ἃ πείσονται λογίζονται, ἀλλʼ ἐφʼ οἷς κατορθώσαντες εὐφρανθήσονται, τούτοις κεκήληνται. ἐξαιρεῖτʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς τοιαύτας φύσεις, καὶ τὰ τῶν νέων ζηλώματα ἐπʼ ἀρετὴν προτρέψεσθε. προτρέψεσθε Cobet: προτρέψασθε MSS. εὖ ἐπίστασθε, καὶ μοι σφόδρα τὸ μέλλον ῥηθήσεσθαι διαμνημονεύετε, εἰ μὲν δώσει τῶν ἐπιτηδευμάτων Τίμαρχος δίκην, ἀρχὴν εὐκοσμίας ἐν τῇ πόλει κατασκευάσετε· εἰ δʼ ἀποφεύξεται, κρείττων ἦν ὁ ἀγὼν μὴ γεγενημένος. πρὶν μὲν γὰρ εἰς κρίσιν Τίμαρχον καταστῆναι, φόβον τισὶ παρεῖχεν ὁ νόμος καὶ τὸ τῶν δικαστηρίων ὄνομα· εἰ δʼ ὁ πρωτεύων βδελυρία καὶ γνωριμώτατος εἰσελθὼν περιγενήσεται, πολλοὺς ἁμαρτάνειν ἐπαρεῖ, καὶ τελευτῶν οὐχ ὁ λόγος, ἀλλʼ ὁ καιρὸς ὑμᾶς ἐξοργιεῖ. μὴ οὖν εἰς ἁθρόους, ἀλλʼ εἰς ἕνα ἀποσκήψατε, καὶ τὴν παρασκευὴν καὶ τοὺς συνηγόρους αὐτῶν παρατηρεῖτε· ὧν οὐδενὸς ἐγὼ ὀνομαστὶ μνησθήσομαι, ἵνα μὴ ταύτην ἀρχὴν τοῦ λόγου ποιήσωνται, ὡς οὐκ ἂν παρῆλθον, εἰ μή τις αὐτῶν ὀνομαστὶ ἐμνήσθη. ἀλλʼ ἐκεῖνο ποιήσω· ἀφελὼν τὰ ὀνόματα, διεξιὼν δὲ τὰ ἐπιτηδεύματα, καὶ τὰ σώματα αὐτῶν γνώριμα καταστήσω. ἔσται δʼ αὐτὸς ἑαυτῷ ἕκαστος αἴτιος, ἐὰν δεῦρο ἀναβῇ καὶ ἀναισχυντῇ. τούτῳ γὰρ παρίασιν ἐκ τριῶν εἰδῶν συνήγοροι, οἱ μὲν ταῖς καθʼ ἡμέραν δαπάναις ἀνηλωκότες τὰς πατρῴας οὐσίας, οἱ δὲ ταῖς ἡλικίαις καὶ τοῖς ἑαυτῶν σώμασιν οὐ καλῶς κεχρημένοι, καὶ δεδιότες οὐ περὶ Τιμάρχου, ἀλλὰ περὶ ἑαυτῶν καὶ τῶν ἐπιτηδευμάτων μή ποτε εἰς κρίσιν καταστῶσιν· ἕτεροι δʼ ἐκ τῶν ἀκολάστων καὶ τῶν τοῖς τοιούτοις κεχρημένων ἀφθόνως, ἵνα ταῖς βοηθείαις αὐτῶν πιστεύοντες ῥᾷόν τινες ἐξαμαρτάνωσιν. ὧν πρὶν τῆς συνηγορίας ἀκοῦσαι τοὺς βίους ἀναμιμνήσκεσθε, καὶ τοὺς μὲν εἰς τὰ σώματα ἡμαρτηκότας μὴ ὑμῖν ἐνοχλεῖν, ἀλλὰ παύσασθαι δημηγοροῦντας κελεύετε· οὐδὲ γὰρ ὁ νόμος τοὺς ἰδιωτεύοντας, ἀλλὰ τοὺς πολιτευομένους ἐξετάζει· τοὺς δὲ τὰ πατρῷα κατεδηδοκότας ἐργάζεσθαι καὶ ἑτέρωθεν κτᾶσθαι τὸν βίον κελεύετε· τοὺς δὲ τῶν νέων, ὅσοι ῥᾳδίως ἁλίσκονται, θηρευτὰς ὄντας εἰς τοὺς ξένους καὶ τοὺς μετοίκους τρέπεσθαι κελεύετε, ἵνα μήτʼ ἐκεῖνοι τῆς προαιρέσεως ἀποστερῶνται μήθʼ ὑμεῖς βλάπτησθε.