πλείστους δʼ ἂν εὕροιτʼ ἐκ τῶν τοιούτων ἀνθρώπων πόλεις ἀνατετροφότας καὶ ταῖς μεγίσταις συμφοραῖς αὐτοὺς περιπεπτωκότας. μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὦ ἄνδρες Ἀθηναῖοι Blass: ὦ Ἀθηναῖοι MSS. τὰς τῶν ἀδικημάτων ἀρχὰς ἀπὸ θεῶν, ἀλλʼ οὐκ ἀπʼ οὐκ ἀπ’ Bremi: οὐχ ὑπ’ MSS. ἀνθρώπων ἀσελγείας γίγνεσθαι, μηδὲ τοὺς ἠσεβηκότας, καθάπερ ἐν ταῖς τραγῳδίαις, Ποινὰς ἐλαύνειν καὶ κολάζειν δᾳσὶν ἡμμέναις·