καὶ περιστήσειν τῷ μὲν φεύγοντι φεύγοντι Blass (Suidas under the word δεῦρο ) · φυγόντι MSS. θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ, ἐκπεπλῆχθαι δὲ τῷ κατηγόρῳ καὶ πεφοβῆσθαι περὶ αὑτοῦ, τοσούτους δὲ καὶ τηλικούτους ἐκκαλεῖσθαι ἐκκαλεῖσθαι Cobet: ἐκκαλέσεσθαι or ἐκκαλέσασθαι MSS. παρὰ τῶν δικαστῶν θορύβους, παρεμβάλλων τὰς ἐμὰς δημηγορίας καὶ ψέγων τὴν εἰρήνην τὴν διʼ ἐμοῦ καὶ Φιλοκράτους γεγενημένην, ὥστʼ οὐδὲ ἀπαντήσεσθαί με ἐπὶ τὸ δικαστήριον ἀπολογησόμενον, ὅταν τῆς πρεσβείας τὰς εὐθύνας διδῶ, ἀλλʼ ἀγαπήσειν, ἐὰν μετρίῳ τιμήματι περιπέσω καὶ μὴ θανάτῳ ζημιῶμαι.